[ ] Philippopolis (Plovdiv) — SEG 3.543
1 πυνθάνῃ, ὦ παροδεῖτα, τί τοὔνομα {ι} ἢ τίς
ὁ φύσας; | μάνθανε πάντα κατ’ αἶσαν· ἐμοὶ γε-
νέτης Μιθριδάτης | καὶ μήτηρ Χρήστη, Καινὶς δ’ ἐγὼ
ἡ βαρυδαίμων· | θνῄσκω δ’ εἰκοσέτης τοκετοῦ τέλος
5 ἐξανύσαντος, | ἀρτιδαὴς βιότοιο. τί σοι πλέον ὦ ξέ-
νε, εἴπω; | ταῦτ’ ἐστίν, παροδεῖτα. σὺ δ’, ὡς θέμις ἐστὶ
βροτοῖσιν, | οἰκτείρας με λυγρὰν καὶ δάκρυσι τὴν ἐ-
λεεινὴν | τειμήσας ἀπὸ σῶ̣ν̣ κανθῶν παρό-
   ❦δευε τὸ σῆμα. ❦
Search Help
Contact Us