[ ]
Apollonia (Sozopol) — 2nd/1st c. BC (bef. 72 BC)
| 1 | ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ τῶν̣ |
| Ἀπολλωνιατῶν· Ἑκαταῖος Ζωπᾶ | |
| εἶπεν· ἐπειδὴ Αἰσχρίων Ποσειδίπ- | |
| που ἀνὴρ ἀγαθὸς καὶ ἔντειμος | |
| 5 | ἀρετῇ καὶ δόξῃ κεκοσμημένος |
| εὐυπάντητος δημοσίᾳ τε | |
| καὶ ἰδίᾳ ἑαυτόν τε ἀποδεικνύ- | |
| μενος τοῖς ἐντυνχάνουσι | |
| εὔχρηστον καὶ σύμφορον τῇ | |
| 10 | τε πόλει μήτε κόπου φεισάμε- |
| νος μήτε δαπάνης, ἀλλὰ ποι- | |
| ῶν τὰ ἄριστα καὶ πράσσων | |
| τῆς τε ἑαυτοῦ καλοκαιαγαθί- | |
| ας λαμβάνων καρπούς, γυμνα- | |
| 15 | σιαρχ̣ήσας δὲ τελείως καὶ ἀ- |
| [μέμπτως καὶ] ἐπανγελλόμενος | |
| [ἀεί τινος ἀγαθ]ο̣ῦ παραίτι<ο>[ς] | |
| [γίγνεσθαι· δεδόχθαι τῇ βουλῇ] | |
| [καὶ τῷ δήμῳ — — — — — — —] | |
| 20 | [— — — — — — — — — — — — —] |