[ ] Apollonia (Sozopol) — [found at Istros] — ca. 200-150 BC — IScM I 64 — cf. IGBulg V 5137
1 [ἔδ]οξε τῆι βουλῆι̣ κ̣αὶ τῶι δήμωι· τῶν συνέδρω[ν]
[γ]νώμη· ἐπειδὴ σ̣υ̣μβέβηκεν τήν τε πέραν [χώ]-
ρ̣αν <— —> Μεσημβριαν̣ῶν πόλεμον ἀνεπάγγελτον
ἡ̣μῖν ἐξενεγκά̣ν̣των καὶ πολλὰ καὶ μεγάλα ἀσε-
5 [β]ησάντων εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ εἰς
τοὺς ἐσχάτους κινδύνους ἀγαγόντων τὴν πόλιν̣,
Ἰστριανοὶ συνγενεῖς καὶ φίλοι καὶ εὔνοοι ὑπάρχον-
τες τοῦ δήμου ἐξαπέστειλαν πλοῖά τε μακρ[ὰ]
καὶ στρατιώτας τοὺς βοηθήσοντας ἡμῖν, τά-
10 ξαντες ἐπὶ τούτων ναύαρχον αὐτοκράτορα Ἡ̣-
γησαγόραν Μονίμου, ἄνδρα καλὸν καὶ ἀγαθόν, ὃς πα-
ραγενόμενος τήν τε πόλιν καὶ τὴν χώραν καὶ τοὺς
λιμένας μεθ’ ἡμῶν τε καὶ τῶν συνμάχων διεφύ-
λαξεν, τό τε φρούριον τὸ ἐν Ἀγχιάλωι ἀπηλλο-
15 τριώμενον καὶ κατεχόμενον ὑπὸ τῶν πολεμί-
ων, διὸ συνέβαινεν τήν τε πόλιν καὶ τὰς προσό-
δους μεγάλα βλάπτεσθαι, ἐκπολιορκήσας με̣-
θ’ ἡμῶν τε καὶ τῶν ἄλλων συμμάχων κατέρειψε
εἰς̣ ἔδαφος, ἔν τε τῶι ἐπίπλω<ι> τῶι ἐπ’ Ἀγχίαλον τῶν
20 ἐναντίων ἐπιθεμένων τῶι στόλωι διακινδυνεύσα[ς]
πρὸς πλείονας τῶν τε πολεμίων ἐκράτησεν καὶ πλοῖ-
ον αὔτανδρον ἔλαβε μεθ’ ἡμῶν τε καὶ τῶν ἄλλων
συμμάχων, ὁμοί̣ω̣ς δὲ καὶ ἐν ταῖς ἀποβάσεσιν παραβολώ-
τερον ἑαυτὸν διδοὺς εἰς τοὺς ἀγῶνας καὶ ἐν τοῖς
25 λοιποῖς ἅπασιν φιλοκινδύνως ἀγωνιζόμενος ἐπὶ
προτερημάτων διὰ παντὸς ἐγείνετο καὶ τοὺς στρα-
τιώτας ἑαυτοῦ προθύμους καὶ χρησίμους ἐν τῶ[ι]
πολέμωι διὰ παντὸς παρείχετο· ὅπως οὖν ὁ δῆμος ε[ὐ]-
χ̣αριστῶν φαίνηται καὶ τειμῶν τοὺς ἀγαθοὺς τῶν ἀν̣-
30 δρῶν· τύχηι ἀγαθῆι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή-
μωι ἐπαινέσαι μὲν ἐπὶ τούτοις τὸν δῆμον τὸν Ἰστρι-
ανῶν φίλον ὄντα καὶ συγγενῆ καὶ σύμμαχον καὶ ἐ-
πὶ τῶι πένψαι ναύαρχον Ἡγησαγόραν Μονίμου καὶ ἀπο-
καταστῆσαι τὰς ἐψηφισμένας Ἰστριανοῖς τιμάς, στε̣-
35 φανῶσαι δὲ καὶ Ἡγησαγόραν Μονίμου χρυσῶι στεφάνω[ι]
ἐν τοῖς Διονυσίοις καὶ εἰκόνι χαλκῆι ἐν ὅπλοις ἐπ’ ἐμ-
[β]όλου καὶ ἀναθεῖναι τὴν εἰκόνα εἰς τὸ ἱερὸν τοῦ Ἀπόλ-
λωνος τοῦ Ἰατροῦ καὶ γράψαι τὸ ψήφισμα εἰς τὴν βά-
σ̣ιν ἀ̣να̣γγεῖλαι δὲ τὰς τειμὰς καὶ ἐν Ἴστρωι ἐν τοῖς συν̣-
40 [τελουμέν]οις ἀγῶσιν ἀε̣ὶ ποιουμένους τὴν ἀναγγε-
[λίαν τοὺς — — — — — — — — — — — — — — — — — —]
Search Help