[ ]
Mesambria (Nesebar) — 281-277 BC — cf. IGBulg V 5086
| [— — — — — — — — — — — — — — — — — —] | |
| 1 | [— — — — — — — — — — — —]Ι̣ΑΚ̣Ι̣ΑΝΣΛ̣[— —] |
| [— — — — — — —]Ι̣Ι̣τ̣ο̣ι̣ς Σαδαλαι ὥς κα δυνα- | |
| [τὸν τ]ά̣χιστα· στεφανῶσαι δὲ αὐτὸν χρυσ[έ]- | |
| [ωι] στεφάνωι εὐε[ρ]γέταν ἐόντα τᾶς πόλιος | |
| 5 | Διονυσίοις ἐν τῶι θεάτρωι· δεδόσθαι δὲ αὐ- |
| τῶι καὶ ἐκγόνοις πολιτείαν καὶ προξενίαν | |
| καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν καὶ εἴσπλουν | |
| καὶ ἔκπλουν ἀσυλεὶ καὶ ἀσπονδεί· στεφα- | |
| νοῦσθαι δὲ αὐτὸν καθ’ ἕκαστον ἐνιαυ- | |
| 10 | τὸν στεφάνωι στατήρων πεντήκοντα· |
| τὸν δὲ ταμίαν τὸν ὅρκον καὶ τὰς ὁμολογία[ς] | |
| γράψαντα εἰς στάλαν λιθίναν κοῖλα γράμ- | |
| ματα ἀναθέμεν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλ- | |
| λωνος παρὰ τὰς στάλας τῶμ προγόνων | |
| 15 | Μοψυηστιος καὶ Ταρουτινου καὶ Μηδιστα̣ |
| καὶ Κοτυος. | |
| vacat | |
| 17 | ὁμολογία Σαδαλα καὶ Μεσσαμβριανῶν· |
| αἴ τινές κα ἐκπίπτωντι Μεσσαμβριανῶν | |
| [ποτὶ τ]ὰ̣ν̣ Σαδαλα, ἀποδιδόντες τῶν ναύλ̣- | |
| 20 | [λων — — — — στα]τ̣ῆ̣ρ̣α̣ς̣ κ̣α̣ὶ̣ ἡ̣μ̣ι̣στάτηρο̣- |
| [ν — — — — — — — — — — — — — — —] |