[ ]
Odessus (Varna) — 45/44-42 BC — cf. IGBulg V 5018
| 1 | ἔδοξε τῶι δήμωι ἐπιμηνιεύοντος |
| Διογένου τοῦ Ἀντιθέου· Ζωΐλος Μη- | |
| νοδώρου εἶπεν· ἐπειδὴ Μηνογένης | |
| Ἀσκληπίδου Ἡραιΐτης καθεσταμέ- | |
| 5 | νος ὑπὸ βασιλέως Θρᾳκῶν Σαδαλου |
| στρατηγὸς ἐπὶ τῆς προσχώρου ἀνὴρ καλὸς | |
| κἀγαθὸς ὑπάρχων εὔνουν καὶ πρόθυμον ἑα̣- | |
| τὸν παρέχεται πρὸς τὰ τῆς πόλεως ἡμῶν | |
| πράγματα καὶ τοῖς ἐντυγχάνουσιν ἑατῶι τῶν πο̣- | |
| 10 | λιτῶν κατὰ κοινὸν ἢ κατ’ ἰδίαν χρήαν πᾶσιν συνεργῶν φιλοτί̣- |
| μως καὶ συνπροσγεινόμενος ἐκτενῶς πολλὰ τῶν | |
| συμφερόντων ἡμεῖν συνκατασκευάζεται, ἐφ’ | |
| οἷς καὶ παρὰ τῶι βασιλεῖ μεγάλης ἀποδοχῆς ἀξιοῦ̣- | |
| ται, ἐνδημῶν τε πολλάκις εἰς τὴν πόλιν τήν τ[ε] | |
| 15 | πρὸς ἕκαστον ὁμειλίαν φιλάνθρωπον καὶ τὴν ἀναστρ[ο]- |
| φὴν εὐσχήμονα καὶ ἀξίαν τοῦ τε βασιλ- | |
| έως καὶ τῆς ἡμετέρας πόλεως ποιεῖ- | |
| ται, ἐπανγέλλεται δὲ καὶ εἰς τὸν λοιπ- | |
| ὸν πολὺ προθυμότερον ἑατὸν παρέξα- | |
| 20 | σθαι πρὸς τὰ τῆς πόλεως ἡμῶν πρά- |
| γματα, ὅπως οὖν καὶ ὁ δῆμος φαίνηται | |
| τιμῶν τοὺς καλοὺς καὶ ἀγαθοὺς τῶν ἀν̣- | |
| δρῶν καὶ ἐστοιχηκότας τῆι πρὸς ἑα- | |
| τὸν εὐνοίᾳ· τύχῃ ἀγαθῇ δεδόχθαι | |
| 25 | τῶι δήμωι ἐπαινέσαι μὲν ἐπὶ τούτοις |
| Μηνογένην Ἀσκληπίδου Ἡραΐτην | |
| δεδόσθαι δὲ αὐτῶι καὶ ἐγγόνοις προ- | |
| ξενίαν, πολιτήαν, προεδρίαν, ἰσοτέληα[ν] | |
| καὶ ἔνκτησιν ἐνγαίων καὶ εἴσπλου[ν] | |
| 30 | καὶ ἔκπλουν καὶ πολέμου καὶ εἰρήνης̣ |
| ἀσυλεὶ καὶ ἀσπονδεί, εἶναι δὲ αὐτο- | |
| ῖς καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ | |
| τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά· | |
| τὸν δὲ ἱροποιὸν ἀναγράψαντα | |
| 35 | τὸ ψήφισμα τόδε εἰς τελαμῶνα |
| λευκοῦ λίθου ἀναθεῖναι εἰς τὸ | |
| ἱερὸν τοῦ Ἀπόλλωνος. |