[ ] Odessus (Varna) — 45/44-42 BC — cf. IGBulg V 5018
1  ἔδοξε τῶι δήμωι ἐπιμηνιεύοντος
Διογένου τοῦ Ἀντιθέου· Ζωΐλος Μη-
νοδώρου εἶπεν· ἐπειδὴ Μηνογένης
Ἀσκληπίδου Ἡραιΐτης καθεσταμέ-
5 νος ὑπὸ βασιλέως Θρᾳκῶν Σαδαλου
στρατηγὸς ἐπὶ τῆς προσχώρου ἀνὴρ καλὸς
κἀγαθὸς ὑπάρχων εὔνουν καὶ πρόθυμον ἑα̣-
τὸν παρέχεται πρὸς τὰ τῆς πόλεως ἡμῶν
πράγματα καὶ τοῖς ἐντυγχάνουσιν ἑατῶι τῶν πο̣-
10 λιτῶν κατὰ κοινὸν ἢ κατ’ ἰδίαν χρήαν πᾶσιν συνεργῶν φιλοτί̣-
μως καὶ συνπροσγεινόμενος ἐκτενῶς πολλὰ τῶν
συμφερόντων ἡμεῖν συνκατασκευάζεται, ἐφ’
οἷς καὶ παρὰ τῶι βασιλεῖ μεγάλης ἀποδοχῆς ἀξιοῦ̣-
ται, ἐνδημῶν τε πολλάκις εἰς τὴν πόλιν τήν τ[ε]
15 πρὸς ἕκαστον ὁμειλίαν φιλάνθρωπον καὶ τὴν ἀναστρ[ο]-
φὴν εὐσχήμονα καὶ ἀξίαν τοῦ τε βασιλ-
έως καὶ τῆς ἡμετέρας πόλεως ποιεῖ-
ται, ἐπανγέλλεται δὲ καὶ εἰς τὸν λοιπ-
ὸν πολὺ προθυμότερον ἑατὸν παρέξα-
20 σθαι πρὸς τὰ τῆς πόλεως ἡμῶν πρά-
γματα, ὅπως οὖν καὶ ὁ δῆμος φαίνηται
τιμῶν τοὺς καλοὺς καὶ ἀγαθοὺς τῶν ἀν̣-
δρῶν καὶ ἐστοιχηκότας τῆι πρὸς ἑα-
τὸν εὐνοίᾳ· τύχῃ ἀγαθῇ δεδόχθαι
25 τῶι δήμωι ἐπαινέσαι μὲν ἐπὶ τούτοις
Μηνογένην Ἀσκληπίδου Ἡραΐτην
δεδόσθαι δὲ αὐτῶι καὶ ἐγγόνοις προ-
ξενίαν, πολιτήαν, προεδρίαν, ἰσοτέληα[ν]
καὶ ἔνκτησιν ἐνγαίων καὶ εἴσπλου[ν]
30 καὶ ἔκπλουν καὶ πολέμου καὶ εἰρήνης̣
ἀσυλεὶ καὶ ἀσπονδεί, εἶναι δὲ αὐτο-
ῖς καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ
τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά·
τὸν δὲ ἱροποιὸν ἀναγράψαντα
35 τὸ ψήφισμα τόδε εἰς τελαμῶνα
λευκοῦ λίθου ἀναθεῖναι εἰς τὸ
ἱερὸν τοῦ Ἀπόλλωνος.
Search Help
Contact Us