[ ]
Dionysopolis (Balchik) — shortly after 217 AD — cf. IGBulg V 5008
| [— — — — — — — — — — — — — — — — — —] | |
| 1 | [τὸ]ν ἀσύνκριτον ἀρχιερέα καὶ ἱε[ρέα θεῶν] |
| δώδεκα καὶ γυμνασιάρχην καὶ̣ [ἐκ προγό]- | |
| νων φιλότειμον καὶ ἄρξαντα τῆς πατ[ρίδος] | |
| ἁγνῶς καὶ πρεσβεύσαντα παρὰ θεὸν | |
| 5 | Ἀντωνεῖνον εἰς τὴν βασιλίδα Ῥώμην |
| καὶ ἐπ̣’ ἐπιδόσει χρημάτων ἄρξαντα τὴν πρ̣[ώ]- | |
| την ἀρχὴν καὶ εὐεργέτην τῆς πόλεως δ̣[όν]- | |
| τα καὶ διανομὰς τῇ κρατίστῃ βουλῇ [ἐπὶ τῇ] | |
| ἀναστάσει τοῦ ἀνδριάντος Μ(ᾶρκον) Α̣[ὐρ(ήλιον)] | |
| 10 | Δημήτριον Διογένους βουλὴ [δῆμος Διονυ]- |
| σοπολειτῶν τειμῆς χ̣[άριν]. |