[ ] Dionysopolis (Balchik) — ca. 48 BC — cf. IGBulg V 5006
See also:
[— — — — — — — — — — — — — — — — — — — — — — — —]
1 [— — — — — — — — — —]αι π̣αρ̣α̣[— — — — — — — — — — —]
[— — — — — — — — —] τὸν ἀνέλαβε̣[— — — — — — — — — —]
[— — — — — — — — —]ος Θεόδωρον̣ καὶ Ἐπ̣ι[— — — — — —]
[— — — — — — — — —]σ̣αν τοῖς ἰδίοις δαπανήμασι[ν — — —]
5 [— — — — — — — —]ατων συναποδ[η]μῶν ἀπή[ρ]ατ[ο — — —]
[— — — — — — — εἰ]ς̣ Αργεδαυ̣ον πρὸς τὸν πατέρα α[ὐτοῦ(?)]
[— — — — — παραγε]νόμενος δὲ καὶ συντυχὼν ἅμα̣ [— — —]
[— — — — — — — —]ν τὴν ἀπ’ αὐτοῦ κατεκτήσατο τῆ[ς δὲ]
[— — — — — — ἀπέ]λυσεν τὸν δῆμον, ἱερεύς τε γενόμεν̣[ος]
10 [—(?) τοῦ Θεοῦ Μεγ]άλου τάς τε πομπὰς καὶ τὰς θυσίας̣ [ἐ]-
[πετέλεσε λαμπρ]ῶς καὶ τοῖς πολίταις μετέδωκεν̣ τ̣[ῶν]
[κρεῶν, τῷ τε Σαρ]άπει λαχὼν ἱερεὺς ὁμοίως τοῖς δαπ[ανή]-
[μασιν ἀνεστράφ]η καλῶς καὶ φιλαγάθως, τοῦ τε ἐπωνύ̣[μου]
[τῆς πόλεως Διον]ύσου οὐκ ἔχοντος ἱερῆ ἀφ’ ἑτῶν πληόν̣[ων]
15 [παρακληθεὶς ὑ]π̣ὸ τῶν πολιτῶν ἐπέδωκεν ἑαυτὸν κ[αὶ κα]-
[τὰ τὴν Γαίου] Ἀντωνίου παραχειμασίαν ἀναλαβ[ὼν]
[τὸν στέφανο]ν τοῦ θεοῦ τάς τε πομπὰς καὶ θυσίας [ἐπε]-
[τέλεσε καλ]ῶ̣ς καὶ μεγαλομερῶς καὶ τοῖς πολίταις μ̣[ε]-
[τέδωκε κρε]ῶν ἀφθόνως, θεῶν τε τ[ῶ]ν ἐν Σαμοθρᾴκ[ῃ]
20 [στέφα]νον ἀνειληφὼς διὰ βίου τάς τε πομπὰς κ̣[αὶ]
[τὰς θυσία]ς̣ ἐπιτελεῖ ὑπέρ τε τῶν μυστῶν καὶ τῆς π[ό]-
[λεως, νεωστ]εί τε τοῦ βασιλέως Βυρεβιστα πρώτου καὶ μ̣[ε]-
[γίστου γεγ]ονότος τῶν ἐπὶ Θρᾴκης βασιλέων καὶ πᾶσα̣[ν]
[τὴν πέρ]αν τοῦ ποταμοῦ καὶ τὴν ἐπὶ τάδε κατεισχη-
25 [κότος γ]ε̣νόμενος καὶ πρὸς τοῦτον ἐν τῇ πρώτῃ καὶ με-
[γίστῃ φ]ι̣λίᾳ τὰ βέλτιστα κατεργάζεται τῇ πατρίδι λέ̣-
[γων κα]ὶ συνβουλεύων τὰ κράτιστα καὶ τὴν εὔνοιαν τοῦ β̣[α]-
[σιλέ]ω̣ς πρὸς τὴν τῆς πόλεως σωτηρ̣[ί]αν προσπαραμ̣[υ]-
[θού]μενος ἔν τε τοῖς λοιποῖς ἅπασιν ἀφειδῶς ἑαυτὸν̣
30 [ἐν]διδοὺς καὶ τὰς τῆς πόλεως πρεσβήας καὶ κινδύνους ἐπ[ι]-
δ̣εχόμενος [ἀ]ό̣κνως πρὸς τὸ πάντως τι κατεργάζεσθα̣[ι]
τῇ πατρίδι συμφέρον, πρός τε Γναῖον Πομπήϊον Γναίου υ[ἱ]-
ὸν αὐτοκράτορα Ῥωμαῖον ἀποσταλεὶς ὑπὸ βασιλέως Βυραβε[ι]-
[σ]τα πρεσβε̣υ̣τὴς καὶ συντυχὼν αὐτῷ τῆ̣ς Μακεδονίας ἐν το[ῖς]
35 περ[ὶ Ἡρ]ά̣κληαν τὴν ἐπὶ τοῦ Λύκου οὐ μόνον τοὺς ὑπὲρ τοῦ βα[σι]-
λέως χρηματισμοὺς διέθετο τὴν εὔνο[ι]αν τὴν Ῥωμαίων πα[ρ]-
αγόμενος τῷ βασιλεῖ, ἀ<λ>λὰ καὶ περὶ τῆς πατρίδος τοὺς καλλίστου[ς]
διέθετο χρηματισμούς, καθόλου δὲ κατὰ πᾶσ<α>ν περίστασιν κ[αι]-
[ρ]ῶν ψυχῇ καὶ σώματι παραβαλλόμενος καὶ δαπάναις χρώμ[ε]-
40 νος ταῖς ἐκ τοῦ βίου, τινὰ δὲ καὶ τῶν πολιτικῶν χορηγίων σωματ[ο]-
ποιῶν παρ’ ἑαυτοῦ τὴν μεγίστην ἐνδείκνυτα[ι] σπουδὴν εἰς τὴν ὑ-
πὲρ τῆς πατρίδος σωτηρίαν· ἵνα οὖν καὶ ὁ δῆμος φαίνηται τιμῶν
τοὺς καλο[ὺς] καὶ ἀγαθοὺς ἄνδρας καὶ ἑαυτὸν εὐεργετοῦντας, δε[δό]-
[χθ]α̣[ι τῇ] βουλῇ καὶ τῷ δήμῳ ἐπῃνῆσθαι μὲν ἐπὶ τούτοις Ἀκορνίων[α]
45 Διο̣ν̣[υ]σ̣ίου κα̣ὶ στεφανωθῆναι αὐτὸν ἐν τοῖς Διονυσίοις χρυσ̣[ῷ]
στεφάνῳ καὶ εἰκόνι χαλκῇ, στεφανοῦσθσι δὲ αὐτὸν καὶ εἰς τὸν λ̣[οι]-
[π]ὸν χρ[όν]ον καθ’ ἕκαστον ἔτος ἐν τοῖς Διονυσίοις χρυσῷ στε[φά]-
[ν]ῳ, δε[δό]σθαι δὲ αὐτῷ καὶ εἰς ἀνάστασιν ἀνδριάντος τό-
                     πον τὸν ἐπιφανέστατον τῆς ἀγορᾶς.
Search Help