[ ] Thrace — Perinthos-Herakleia (Marmara Ereğlisi) — after 212 AD — JÖAI 1 (1898) Bbl., 109, 4
1 Αὐρ(ήλιος) #⁵⁶ Ἐρασεῖνος Ἐρασείνου Περίνθιος
φυλῆς τετάρτης Εὐανθίδος ζῶν καὶ φρο-
νῶν κατεσκεύασα τὸ ὑπόρυκτον ἐμαυ-
τῷ καὶ τῇ γλυκυτάτῃ μου συνβίῳ Κλαυδίᾳ Τι-
5 βερίᾳ Σωστράτᾳ Σωστράτου. ἐξὸν δέ μοι
ἔστω ζῶντι καταθέσται ὃν ἂν βούλομαι·
μετὰ δὲ τὴν τελευτήν μου μηδενὶ ἐξὸν εἶ-
ναι ἕτερόν τινα ἐξωτικὸν τεθῆναι, ἐπεὶ
δώσει τῇ πόλει 𐆖 ͵βʹ καὶ τοῖς κληρονό-
10 μοις μου #⁵⁶ 𐆖 ͵βʹ #⁵⁶ χαῖρε #⁵⁶ παροδεῖτα.
Search Help
Contact Us