[ ]
Thrace — Perinthos-Herakleia (Marmara Ereğlisi) — after 212 AD — JÖAI 1 (1898) Bbl., 109, 4
| 1 | Αὐρ(ήλιος) #⁵⁶ Ἐρασεῖνος Ἐρασείνου Περίνθιος |
| φυλῆς τετάρτης Εὐανθίδος ζῶν καὶ φρο- | |
| νῶν κατεσκεύασα τὸ ὑπόρυκτον ἐμαυ- | |
| τῷ καὶ τῇ γλυκυτάτῃ μου συνβίῳ Κλαυδίᾳ Τι- | |
| 5 | βερίᾳ Σωστράτᾳ Σωστράτου. ἐξὸν δέ μοι |
| ἔστω ζῶντι καταθέσται ὃν ἂν βούλομαι· | |
| μετὰ δὲ τὴν τελευτήν μου μηδενὶ ἐξὸν εἶ- | |
| ναι ἕτερόν τινα ἐξωτικὸν τεθῆναι, ἐπεὶ | |
| δώσει τῇ πόλει 𐆖 ͵βʹ καὶ τοῖς κληρονό- | |
| 10 | μοις μου #⁵⁶ 𐆖 ͵βʹ #⁵⁶ χαῖρε #⁵⁶ παροδεῖτα. |