[ ]
Thrace — Perinthos-Herakleia (Marmara Ereğlisi) — 196-198 AD — Dumont-Homolle (1892) 382, 72c — IGR I 787
| 1 | ἀγαθῆι τύχηι· |
| ὑπὲρ ὑγείας καὶ νίκης τοῦ κυρί- | |
| ου ἡμῶν Αὐτοκράτορος κ<αὶ> αἰωνίου | |
| διαμονῆς Λουκίου Σεπτιμίου Σε- | |
| 5 | βήρου Περτίνακος Ἀραβικοῦ Ἀδια- |
| βενικοῦ καὶ Μάρκου Αὐρηλίου Ἀντω- | |
| νίνου Καίσαρος καὶ τοῦ σύμ- | |
| παντος οἴκου καὶ ἱερᾶς συγκλή- | |
| του καὶ δήμου Ῥωμαίων καὶ βου- | |
| 10 | λῆς καὶ δήμου Περινθίων νεωκό- |
| ρων, Μᾶρκος Ὥρου τὸν τελαμῶνα | |
| τῷ Βακχείῳ Ἀσιανῶν ἐκ τῶν ἰδί- | |
| ων ὑπὲρ τῆς εἰς αὐτὸν ἀεὶ τειμῆς | |
| καὶ εὐνοίας ἀνέθηκεν ἡγεμο- | |
| 15 | νεύοντος Στατιλίου Βαρβάρου, |
| ἱερομνημονοῦντος Πομπ<ω>νί- | |
| ου Ἰουστινιανοῦ καὶ ἀρχιμ<υ>στοῦν- | |
| τος Μαξίμου τοῦ Κλαυδίου, ἱερα- | |
| τεύοντος Εὐτύχους Ἐπικτήτου· | |
| 20 | εὐτυχεῖτε. |