[ ] Thrace — Perinthos-Herakleia (Marmara Ereğlisi) — 196-198 AD — Dumont-Homolle (1892) 382, 72c — IGR I 787
1         ἀγαθῆι τύχηι·
ὑπὲρ ὑγείας καὶ νίκης τοῦ κυρί-
ου ἡμῶν Αὐτοκράτορος κ<αὶ> αἰωνίου
διαμονῆς Λουκίου Σεπτιμίου Σε-
5 βήρου Περτίνακος Ἀραβικοῦ Ἀδια-
βενικοῦ καὶ Μάρκου Αὐρηλίου Ἀντω-
νίνου Καίσαρος καὶ τοῦ σύμ-
παντος οἴκου καὶ ἱερᾶς συγκλή-
του καὶ δήμου Ῥωμαίων καὶ βου-
10 λῆς καὶ δήμου Περινθίων νεωκό-
ρων, Μᾶρκος Ὥρου τὸν τελαμῶνα
τῷ Βακχείῳ Ἀσιανῶν ἐκ τῶν ἰδί-
ων ὑπὲρ τῆς εἰς αὐτὸν ἀεὶ τειμῆς
καὶ εὐνοίας ἀνέθηκεν ἡγεμο-
15 νεύοντος Στατιλίου Βαρβάρου,
ἱερομνημονοῦντος Πομπ<ω>νί-
ου Ἰουστινιανοῦ καὶ ἀρχιμ<υ>στοῦν-
τος Μαξίμου τοῦ Κλαυδίου, ἱερα-
τεύοντος Εὐτύχους Ἐπικτήτου·
20 εὐτυχεῖτε.
Search Help
Contact Us