[ ]
Att. — post 160 p.
| 1 | Ἀππία Ἀννία Ῥήγιλλα Ἡρώδου γυνή, τὸ |
| φῶς τῆς οἰκίας. | |
| πρὸς θεῶν καὶ ἡρώων ὅστις εἶ ὁ ἔχων τὸν χῶρον, | |
| μήποτε μετακεινήσῃς τούτων τι· καὶ τὰς τού- | |
| 5 | των τῶν ἀγαλμάτων εἰκόνας καὶ τιμὰς ὅστις |
| ἢ καθέλοι ἢ μετακεινοίη, τούτῳ μήτε γῆν καρ- | |
| πὸν φέρειν μήτε θάλασσαν πλωτὴν εἶναι, κα- | |
| κῶς τε ἀπολέσθαι αὐτοὺς καὶ γένος. vv ὅστις | |
| δὲ κατὰ χώραν φυλάττοι καὶ τιμῶν τὰ εἰωθό- | |
| 10 | τα καὶ αὔξων διαμένοι, πολλὰ καὶ ἀγαθὰ εἶναι |
| τούτῳ καὶ αὐτῷ καὶ ἐκγόνοις· λυμήνασθαι | |
| δὲ μηδὲ λωβήσασθαι μηδὲν ἢ ἀποκροῦσαι | |
| ἢ συνθραῦσαι ἢ συνχέαι τῆς μορφῆς καὶ τοῦ | |
| σχήματος· vvv εἰ δέ τις οὕτω ποιήσει, ἡ αὐτὴ καὶ | |
| 15 | ἐπὶ τούτοις ἀρά. |