[ ] Att. — post 160 p.
1 Ἀππία Ἀννία Ῥήγιλλα Ἡρώδου γυνή, τὸ
        φῶς τῆς οἰκίας.
πρὸς θεῶν καὶ ἡρώων ὅστις εἶ ὁ ἔχων τὸν χῶρον,
μήποτε μετακεινήσῃς τούτων τι· καὶ τὰς τού-
5 των τῶν ἀγαλμάτων εἰκόνας καὶ τιμὰς ὅστις
ἢ καθέλοι ἢ μετακεινοίη, τούτῳ μήτε γῆν καρ-
πὸν φέρειν μήτε θάλασσαν πλωτὴν εἶναι, κα-
κῶς τε ἀπολέσθαι αὐτοὺς καὶ γένος. vv ὅστις
δὲ κατὰ χώραν φυλάττοι καὶ τιμῶν τὰ εἰωθό-
10 τα καὶ αὔξων διαμένοι, πολλὰ καὶ ἀγαθὰ εἶναι
τούτῳ καὶ αὐτῷ καὶ ἐκγόνοις· λυμήνασθαι
δὲ μηδὲ λωβήσασθαι μηδὲν ἢ ἀποκροῦσαι
ἢ συνθραῦσαι ἢ συνχέαι τῆς μορφῆς καὶ τοῦ
σχήματος· vvv εἰ δέ τις οὕτω ποιήσει, ἡ αὐτὴ καὶ
15 ἐπὶ τούτοις ἀρά.
Search Help