[ ]
Att. — c. 150 p.
| 1 | πρὸς θεῶν καὶ ἡρώων ὅστις |
| εἶ ὁ ἔχων τὸν χώρον, μήπο- | |
| τε μετακεινήσῃς τούτων | |
| τι· καὶ τὰς τούτων τῶν ἀγαλμά- | |
| 5 | των εἰκόνας καὶ τιμὰς ὅστις |
| ἢ καθέλοι ἢ μετακε<ι>νοίη, | |
| τούτῳ μήτε γῆν καρπὸν φέ- | |
| ρειν μήτε θάλασσαν πλω- | |
| τὴν εἶναι, κακῶς τε ἀπολέ- | |
| 10 | σθαι αὐτοὺς καὶ γένος. v ὅστις |
| δὲ κατὰ χώραν φυλάττοι καὶ | |
| τιμῶν τὰ εἰωθότα καὶ αὔ- | |
| ξων διαμένοι, πολλὰ καὶ ἀ- | |
| γαθὰ εἶναι τούτῳ καὶ αὐ- | |
| 15 | τῷ καὶ ἐκγόνοις. λυμήνα- |
| σθαι δὲ μηδὲ λωβήσασθαι | |
| μηδὲν ἢ ἀποκροῦσαι ἢ | |
| συνθραῦσαι ἢ συνχέαι τῆς | |
| [μορ]φῆς καὶ τοῦ σχήματος· | |
| 20 | [εἰ δέ τις το]ῦτο ποιήσει, ἡ α[ὐτὴ] |
| [καὶ ἐπὶ τούτο]ις ἀ[ρά]. |