[ ]
Att. — Ath.: Acharnai Gate — c. 445-425? a. — IG I² 1085
1 | μνῆμα τ̣[όδ’ ἔστ’ ἐ]πὶ σάματι κείμενον ἀνδρὸς ἀρίστο· / Πυθίων |
ἐγ Μεγάρω<ν> δαιώσας ἑπτὰ μ<ὲ>ν ἄνδρας, / ἑπτὰ δὲ ἀπορρήξ̣ας λ- | |
όγχας ἐνὶ σώματι ἐκείνων / εἵλετο τὰν ἀρετάν, πατέρα εὐκ- | |
λείζων ἐνὶ δήμωι. / οὗτος ἀνήρ, ὃς ἔ<σ>ωισεν Ἀθηναίων τρ- | |
5 | ε͂ς φυλάς / ἐκ Παγᾶν ἀγαγὼν διὰ Βοιωτῶν ἐς Ἀθήνας, / εὔκλ- |
εισε Ἀνδοκίδαν δισχίλοις ἀνδραπόδοισιν. / οὐδέ{δε}να {²⁶οὐδένα}²⁶ | |
πημάνας ἐπιχθονίων ἀνθρώπων / ἐς Ἀΐδα κατέβα πᾶσιν μα- | |
καριστὸς ἰδέσθαι. / φυλαὶ αἵδ’ εἰσίν· Πανδιονίς, Κεκρ- | |
οπίς, Ἀντιοχίς. | |
10 | vacat 0.475 |