[ ] Att. — Ath.: Acharnai Gate — c. 445-425? a. — IG I² 1085
1 μνῆμα τ̣[όδ’ ἔστ’ ἐ]πὶ σάματι κείμενον ἀνδρὸς ἀρίστο· / Πυθίων
ἐγ Μεγάρω<ν> δαιώσας ἑπτὰ μ<ὲ>ν ἄνδρας, / ἑπτὰ δὲ ἀπορρήξ̣ας λ-
όγχας ἐνὶ σώματι ἐκείνων / εἵλετο τὰν ἀρετάν, πατέρα εὐκ-
λείζων ἐνὶ δήμωι. / οὗτος ἀνήρ, ὃς ἔ<σ>ωισεν Ἀθηναίων τρ-
5 ε͂ς φυλάς / ἐκ Παγᾶν ἀγαγὼν διὰ Βοιωτῶν ἐς Ἀθήνας, / εὔκλ-
εισε Ἀνδοκίδαν δισχίλοις ἀνδραπόδοισιν. / οὐδέ{δε}να {²⁶οὐδένα}²⁶
πημάνας ἐπιχθονίων ἀνθρώπων / ἐς Ἀΐδα κατέβα πᾶσιν μα-
καριστὸς ἰδέσθαι. / φυλαὶ αἵδ’ εἰσίν· Πανδιονίς, Κεκρ-
οπίς, Ἀντιοχίς.
10                       vacat 0.475
Search Help