[ ]
Mak. (Bottiaia) — Pella [found in the Asklepieion, Kos] — 243 BC — SEG 12.374
| 1 | Πελλαίων. |
| ἐφ’ ἱερέως Ἀσκληπιοδώρου, Γορπιαίου. ἐπεὶ παραγενόμενος ἐκ Κῶ ἀρχιθέω- | |
| ρος Ἀριστόλοχος Ζμένδρωνος καὶ θεωρὸς Μακαρεὺς Ἀράτου τήν τε οἰκειό- | |
| τητα ἀνενεώσαντο τὴν ὑπάρχουσαν Κώιοις πρὸς Μακεδόνας καὶ τὴν εὔ- | |
| 5 | νοιαν ἀπελογίζοντο, ἣν ἔχουσα τυγχάνει ἡ πόλις ἡ Κώιων πρὸς τὸν βασιλέα |
| Ἀντίγονον καὶ πρὸς Πελλαίους καὶ τὴν λοιπὴν χώραν τὴν Μακεδόνων, καὶ ἐ- | |
| πηγγέλλοσαν τὰ Ἀσκληπίεια τὰ γεινόμενα παρ’ αὐτοῖς καὶ τοὺς ἀγῶνας | |
| τοὺς ἐν τῆι πανηγύρει ἐσομένους καὶ τὴν ἐκεχειρίαν, ἠξίουσαν δὲ καὶ τὸ [ἱ]- | |
| ερὸν τοῦ Ἀσκληπιοῦ τὸ ἐν Κῶι ἄσυλον εἶναι, ἔδοξε τῆι πόλει τήν τε ἐπαγγ[ε]- | |
| 10 | λίαν τῶν Ἀσκληπιείων τὴν παρὰ Κώιων καὶ τὴν ἐκεχειρίαν προσδέξασθαι |
| καὶ ἐπαινέσαι αὐτοὺς ἐπί τε ταῖς τιμαῖς, αἷς συντελοῦσι τοῖς θεοῖς, καὶ | |
| ἐπὶ τῆι εὐνοίαι τῆι πρὸς τὸν βασιλέα Ἀντίγονον καὶ πρὸς Μακεδόνας, ὑπάρ- | |
| χειν δὲ καὶ τὴν ἀσυλίαν τῶι ἱερῶι καθάπερ καὶ τοῖς ἄλλοις ἱεροῖς· δοῦναι δὲ κα[ὶ] | |
| ξένια τοὺς ταμίας τοῖς θεωροῖς, ἃ καὶ τοῖς στεφανίτας ἀ[γῶνα]ς ἐπαγ- | |
| 15 | [γ]έλλ[ο]υσι [δ]ί[δ]οται καὶ θεωροδόκον ἑλέσθαι Κώιων. ἡιρέθη Ἱππ[․․․c.10․․․]ου. |