[ ] Makedonia (Elimeia) — Aiane — 2nd/1st c. BC — GVI 871
1 Ἁδίστας Μενέδημος ἔην πόσις· ἤροσε δ’ αὐτὰν
Βούτιχος· Αἰανὴ κρύψε καταφθιμ̣έ̣ν̣αν·
τίκτ̣ε δ’ ἐνὶ κλ[άρ]οις Κε̣ρκείνιον· ἐγ δὲ Φιλίππου
υἱοῦ τῶν ὁσίων ἀντ̣ία̣σε̣ν κτερέων.
5 τοίγαρ Κρ̣ηταιεῖ α̣δαμάνθυι τοῦ̣το παρ’ Ἀΐδᾳ
εἶπεν, ὅτ’ ὠδε̣ί̣νων παιδὸς ἔχει χάρ̣ιτας.
Search Help