[ ]
Makedonia (Bottiaia) — Beroia — late 1st c. AD — IRAIK 4,3 (1899) 170, 2 — AD 2 (1916) 148, 4 — SEG 17.315
1 | τὸν διὰ βίου ἀρχιερῆ τῶν Σεβαστῶν |
καὶ ἀγωνοθέτην τοῦ κοινοῦ Μ<α>κε- | |
δόνων Κ(όιντον) Ποπίλλιον Πύθωνα πρεσ- | |
βεύσαντα ὑπὲρ τῆς πατρίδος Βεροί- | |
5 | ας ἐπὶ θεὸν Νέρουαν ὑπὲρ τοῦ μό- |
νην αὐτὴν ἔχε̣ιν τὴν νεωκορίαν τῶν Σε- | |
βαστῶν καὶ τὸ τῆς μητροπόλεως ἀξίω- | |
μα καὶ ἐπιτυχόντα καὶ δόντα ἐν τῷ | |
τῆς ἀρχιερωσύνης χρόνῳ τὸ ἐπικε- | |
10 | φάλιον ὑπὲρ τῆς ἐπαρχίας καὶ ὁ- |
δοὺς ἐκ τῶν ἰδίων ἐπισκευάσαν- | |
τα καὶ κατανγείλαντα καὶ ἀγαγόντα | |
εἰσακτίους ἀγῶνας, ταλαντιαίους, | |
θυμελικοὺς̣ καὶ γυμνικούς, δόν- | |
15 | τα θηριομαχίας διὰ παντοίων ζῴων, |
ἐντοπίων καὶ ξενικῶν, καὶ μονομαχί- | |
ας, ποιησάμενον δὲ κ<α>ὶ σείτων παραπρά- | |
σεις κ<α>ὶ ἐπευωνίσαντα ἐν καιροῖς ἀνανκ<α>ίοις | |
κ<α>ὶ διαδόμασιν παρ’ ὅλον τὸν τῆς ἀρχιαιρω- | |
20 | σύνης χρόνον πανδήμοις κ̣α̣τὰ πᾶσαν σύ- |
νοδον ὑποδεξάμενον τὴν ἐπαρχείαν καὶ | |
γυμνασιαρχίαις κοινῇ πᾶσιν ἑαυτὸν εὔχρη- | |
στον ἐν παντὶ χρόνῳ παρασχόμενον κ<α>ὶ κα- | |
τ’ ἰδίαν προσηνῆ πολείτην φυλὴ Πευκαστι̣- | |
25 | κὴ τὸν εὐεργέτην. ἐπεμελήθη Διοσκουρίδης |
vacat Ἀλεξάνδρου. vacat |