[ ]
Mak. (Bottiaia) — Beroia — late 1st c. AD — IRAIK 4,3 (1899) 170, 2 — AD 2 (1916) 148, 4 — SEG 17.315
| 1 | τὸν διὰ βίου ἀρχιερῆ τῶν Σεβαστῶν |
| καὶ ἀγωνοθέτην τοῦ κοινοῦ Μ<α>κε- | |
| δόνων Κ(όιντον) Ποπίλλιον Πύθωνα πρεσ- | |
| βεύσαντα ὑπὲρ τῆς πατρίδος Βεροί- | |
| 5 | ας ἐπὶ θεὸν Νέρουαν ὑπὲρ τοῦ μό- |
| νην αὐτὴν ἔχε̣ιν τὴν νεωκορίαν τῶν Σε- | |
| βαστῶν καὶ τὸ τῆς μητροπόλεως ἀξίω- | |
| μα καὶ ἐπιτυχόντα καὶ δόντα ἐν τῷ | |
| τῆς ἀρχιερωσύνης χρόνῳ τὸ ἐπικε- | |
| 10 | φάλιον ὑπὲρ τῆς ἐπαρχίας καὶ ὁ- |
| δοὺς ἐκ τῶν ἰδίων ἐπισκευάσαν- | |
| τα καὶ κατανγείλαντα καὶ ἀγαγόντα | |
| εἰσακτίους ἀγῶνας, ταλαντιαίους, | |
| θυμελικοὺς̣ καὶ γυμνικούς, δόν- | |
| 15 | τα θηριομαχίας διὰ παντοίων ζῴων, |
| ἐντοπίων καὶ ξενικῶν, καὶ μονομαχί- | |
| ας, ποιησάμενον δὲ κ<α>ὶ σείτων παραπρά- | |
| σεις κ<α>ὶ ἐπευωνίσαντα ἐν καιροῖς ἀνανκ<α>ίοις | |
| κ<α>ὶ διαδόμασιν παρ’ ὅλον τὸν τῆς ἀρχιαιρω- | |
| 20 | σύνης χρόνον πανδήμοις κ̣α̣τὰ πᾶσαν σύ- |
| νοδον ὑποδεξάμενον τὴν ἐπαρχείαν καὶ | |
| γυμνασιαρχίαις κοινῇ πᾶσιν ἑαυτὸν εὔχρη- | |
| στον ἐν παντὶ χρόνῳ παρασχόμενον κ<α>ὶ κα- | |
| τ’ ἰδίαν προσηνῆ πολείτην φυλὴ Πευκαστι̣- | |
| 25 | κὴ τὸν εὐεργέτην. ἐπεμελήθη Διοσκουρίδης |
| vacat Ἀλεξάνδρου. vacat |