[ ]
Mak. (Bottiaia) — Beroia — 181 AD — ABSA 18 (1911/12) 139, 2 — SEG 36.590
| 1 | Ἀριάγνη Βάστου τὴν ὑ- |
| πάρχουσαν αὐτῇ παιδί- | |
| σκην ὀνόματι Ἐλπίδα | |
| δῶρον ἔδωκεν θεᾷ | |
| 5 | Ἀγροτέρᾳ Ἀρτέμιδι, {μη} |
| μηθενὸς ἑτέρου αὐτῆς ἐ- | |
| ξουσίαν ἔχοντος μήτε ἀρ- | |
| χόντων μήτε βουλευτῶν, ὑ- | |
| πέταξεν δὲ καὶ τὴν ἐπιστολὴν | |
| 10 | τὴν δεδομένην αὐτῇ ὑπὸ τῶν |
| ἀδελφῶν· ❦̣ Ἡρακλείδης Βά- | |
| στου καὶ Σύρος Βάστου Ἀριάγνῃ | |
| Βάστου τῇ κυρίᾳ ἀδελφῇ χαίριν· | |
| ἡμεῖς, κυρία ἀδελφή, ἐν πολλοῖς | |
| 15 | σοι χάριν οἴδαμεν καὶ νῦν βουλο- |
| μένης σού τινας τῶν ἰδίων θρε- | |
| πταρίων ἐλευθερῶσαι συνευαρεσ- | |
| στοῦμεν καὶ συνκατατιθέμεθα· σὺ | |
| γὰρ τῶν ἰδίων ἐξουσίαν ἔχεις, καὶ | |
| 20 | γὰρ αὐτὴ αὐτὰ κοπιάσασα πεπόρικας |
| οὐ παρ’ ἄ<λ>λου τινὸς παραλαβοῦσα· ἐὰν | |
| καὶ ὡς πρεσβυτέρα γυνὴ βούλει δα- | |
| νίσασθαι καὶ ὑποθέσθαι τι τῶν σῶ̣ν ἰς | |
| τὴν διεξαγωγὴν τοῦ γήρως, καὶ ἐν τού- | |
| 25 | τοις συνευαρεστοῦμεν, κυρία, μηδέν τι |
| τηλικοῦτον παρεχόμενοί σοι· ὡς γὰρ | |
| προείπαμεν καὶ σά ἐστιν καὶ σὺ αὐτὰ | |
| κεκοπίακας. ἐγράψαμεν τὴν ἐπι<σ>το- | |
| λήν σοι ἐν Βεροίᾳ ἔτους βισʹ σε- | |
| 30 | βαστοῦ τοῦ καὶ ηκτʹ, v Περειτίου |
| τετράδι διὰ χειρὸς Φλαυίου Ἅ- | |
| λυος διὰ τὸ μὴ αὐτοὺς ἡμᾶς ἐπίστα- | |
| σθαι γράμματα. ἐρῶσθαί σε εὐχόμε- | |
| θα. v μάρτυρες· Τίτος Αἴλιος Ἐπίκτη- | |
| 35 | τος, Λούκιος Μάγνιος Οὐαλεριανό- |
| [ς], Σέξστος Ποπίλλιος Λυκῖνος. | |
| ἐγράφη ἡ στήλλη ἔτους βισʹ σεβαστοῦ, | |
| vacat Πανήμου δευτέρᾳ. |