[ ]
Magnesia — Demetrias: Volos — [Magnes. League] — ca. 130-126 BC
| 1 | Μάγνητες Ἑρμογένην Ἁδύμ[ου] |
| Δημητριῆ τὸν γραμματέα [τῶν] | |
| συνέδρων ἀρετῆς ἕνεκ[εν καὶ] | |
| εὐνοίας τῆς εἰς αὑτούς. | |
| {²corona}² | |
| 5 | Μένανδρος Νικίου Δημητριεὺς ὁ στρατηγὸς καὶ Νικομήδη[ς] |
| Σίμου ὁ ἱππάρχης, Θεόδοτος Διογένου ὁ ναύαρχος, Διογέ[νης] | |
| Νικολάου ὁ ταμίας, Ἀδαῖος Ἁδύμου̣ ὁ ἱερεὺς τοῦ Διὸς τοῦ [Ἀ]- | |
| κραίου, Γηρόστρατος Ἱστιαί[ο]υ̣, Θηβαγένης Ἀπολλωνίου, #⁷[—]- | |
| τιος Διονυσογένου, Θεόπροπ[ος] Λέοντος Δημητριεῖς ε[ἶπαν]. | |
| 10 | ἐπεὶ Ἑρμογένης Ἁδύμου [Δ]η̣μ[η]τριε[ὺ]ς αἱρεθεὶς γραμμ[α]- |
| τεὺς τῶν συνέδρων πεποίηται τὴν ἀναστροφὴν ἐν [τῆι ἀρ]- | |
| χῆι ὃν τρόπον ἐπέβαλλεν ἀνδρὶ καλῶι καὶ ἀγαθῶι ἀξίως [ἑαυ]- | |
| τοῦ τε καὶ τῶν Μαγνήτων τῶν ἐγχειρισάντων [τὴν ἀρ]- | |
| χήν, το[ῖ]ς̣ τε χρείαν ἔχουσιν καὶ ἐντυγχάνουσ[ιν ἴσον αὑτὸν] | |
| 15 | παρεχόμ[ε]νος πᾶσιν διατετέλεκεν· ὅπως οὖ̣[ν ἅπαντες οἱ] |
| μετὰ ταῦτα προαιρούμενοι παραγίνεσθαι ἐπ[ὶ τὴν] <ἀ>ρ̣[χὴν] | |
| τ[αύ]τ̣ην θεωροῦντες τὴν τῶν συνέδρων καὶ τ[ῶν ἄλλων] | |
| [Μαγνή]των ἐπίγνωσιν ὑπὲρ τῶν καλῶν καὶ ἀγ[αθῶν] ἀ[νδρῶν] | |
| καὶ ἣ̣ν ποιοῦνται μεγαλομέρειαν καὶ ἐκτένε[ιαν] εἰ[ς τοὺς] | |
| 20 | καλῶς ἀναστρεφομένους ἐν ταῖς ἀρχαῖς μ̣[ετέρχωνται τὰ] |
| [κ]ράτιστα καὶ συμφέροντα τοῖς κοινοῖς πράγμασιν, δ̣[εδόχθαι] | |
| [τοῖς] σ̣υνέδροις· ἐπαινέσαι τε ἐπὶ τούτοις Ἑρμογ[ένην Ἁδύ]- | |
| μου Δημητριῆ τὸν γραμματέα τῶν συνέδρων καὶ [στεφα]- | |
| νῶσαι αὐτὸν τῶι ἐκ τοῦ νόμου στεφάνωι, εἶναι δὲ α[ὐτῶι καὶ] | |
| 25 | προεδρίαν ἐν ταῖς κατὰ Μαγνησίαν πόλεσιν· τὸ δ[ὲ ψήφισ]- |
| μα τοῦτο ἀναγραφῆναι εἰς στήλην λιθίνην ἣν καὶ ἀν[ατεθῆ]- | |
| ναι ἐν Δημητριάδι ἐν ὧι ἂν αὐτὸς αἱρῆται τόπωι, κολα[φθῆ]- | |
| [ν]αι δὲ εἰς αὐτὴν καὶ τὸν στέφανον καὶ ἐπιγράψαι· "Μ[άγνη]- | |
| τες Ἑρμογένην Ἁδύμου Δημητριῆ τὸν γραμματέα̣ [τῶν] | |
| 30 | συνέδρων ἀρε̣τῆς ἕνεκεν καὶ εὐνοίας τῆς ε[ἰς αὑτούς]·" |
| [τ]ὸ δὲ ἐσόμενον ἀνάλωμα εἰς ταῦτα δοῦναι τὸν [ταμίαν], | |
| [δ]ιαπεμφθῆναι δὲ τοῦ ψηφίσματος τὸ ἀντίγ[ραφον πε]- | |
| [ρὶ] τὰς ἄλλας πόλεις, ἵνα παρακολουθῶ[σι τὰ δεδογμένα]. | |
| [ἔ]δοξεν. #⁵⁶ ἔδοξεν καὶ τῆι ἐκκλησί[αι]. |