[ ]
Thess. (Pelasgiotis) — Larisa — undated
| [— — — — — — — — — — — — — — — — — — —] | |
| 1 | [—]․ <Ἀ>μ̣φινίκου τοῦ Εὐδήμου ἀ[πε(λεύθερος)] |
| στ̣α(τῆρας) ιεʹ μη(νὸς) Πανήμου, μη(νὸς) Θεμιστίο[υ]· | |
| Ἀπολλώνιος Καλ<λ>ιστράτου ἀπε(λεύθερος) <σ>τα(τῆρας) [ιεʹ], | |
| Εὐγένεα Εὐτυχίδος ἀπε(λευθέρα) στα(τῆρας) ιεʹ, | |
| 5 | μη(νὸς) Ἀγαγυλίου· Ἐπίκτητος Ἀθηνίωνος |
| Εὐτυχίδος ἀπε(λεύθερος) στα(τῆρας) ιεʹ, Ἀπολλών[ιος] | |
| Ἀντιγόνου τοῦ Λύκου ἀπε(λεύθερος) στα(τῆρας) ιεʹ. | |
| μη(νὸς) Ἀπολλωνίου #⁵⁶ Εὐτ[υ]χᾶς Φίλας | |
| ἀπε(λεύθερος) στα(τῆρας) ιεʹ. Εὐτυχία Φίλωνος ἀπε(λευθέρα) στ̣α̣(τῆρας) [ιεʹ], | |
| 10 | Λ̣ύκος Φίλωνος τοῦ Φιλαινέτας ἀπε(λεύθερος) στα(τῆρας) [ιεʹ], |
| Ἐλπὶς Φίλωνος τοῦ Φιλαινέτας ἀπε(λευθέρα) στα(τῆρας) | |
| ιεʹ, Παρμενίσκος Διονυσίου ἀπε(λεύθερος) στα(τῆρας) ιεʹ. | |
| μη(νὸς) Ἀπολ<λ>ωνίου· Σμύρνα Θεοφίλας ἀπε(λευθέρα) στ(ατῆρας) [ιεʹ], | |
| Διονυσία Διονυσίου ἀπε(λευθέρα) στα(τῆρας) ιεʹ. | |
| 15 | μη(νὸς) Ἑρμαίου· Ἄμενπτος Καλλιστράτου ἀπε(λεύθερος) |
| στα(τῆρας) ιεʹ, Ἡδίστα τῆς Θαυμίου τῆς <σ>υνοίκου | |
| ἀνδρ̣ὶ Ἑλλανοκράτει ἀπε(λευθέρα) <σ>τα(τῆρας) ιεʹ, | |
| Ἐλπιδίων Ἑλλανοκράτου ἀπε(λεύθερος) στα(τῆρας) ιεʹ, | |
| Εὐαγόρα Ἑλλανοκράτου ἀπε(λευθέρα) στα(τῆρας) ιεʹ, | |
| 20 | Εἴα Καλλίστας ἀπε(λευθέρα) |
| ἔδωκε στα(τῆρας) ιεʹ #⁵⁶ |