| 1 | Φίλωνος τοῦ Φίλωνος |
| τοῦ ταγεύοντος τὴν | |
| πρώτην χώραν ἐν στρα- | |
| τηγῷ Ἡγησίᾳ, τιθέντος | |
| 5 | τὸν ἀγῶνα τοῖς προκε- |
| κινδυνευκόσιν κατὰ τὸ | |
| γενόμενον ὑπὸ τοῦ δή- | |
| μου ψή[φισμα] <π>ερὶ τῆς | |
| ἀνανεώ[σεω]ς τοῦ ἀγῶ- | |
| 10 | νος. οἱ νενεικηκότες |
| ταυροθηρίᾳ· Μᾶρκος Ἀρρό<ν>τιος. | |
| καταλογ[ῇ π]αλαιᾷ· Φίλων Φίλωνος | |
| ὁ νεώτερος. προσδρομῇ | |
| ἱππέων· Δημήτριος Δημητρίου. | |
| 15 | προσδρομῇ πεζῶν· Δημήτρι- |
| ος Ξένωνος. προσδρομῇ συ- | |
| νωρίδι· Τειμασίθεος Γοργώπα. | |
| ἀφιππολαμπάδι· Μᾶρκος Ἀρρόντιος. | |
| σαλπιστάς· Λυσικλῆς Λεπτίνου. | |
| 20 | κήρυκας· Πετάλων Διονυσίου. |
| παῖδας στάδιον· Γάϊος Κλώδιος Γα[ΐ]- | |
| ου. ἄνδρας στάδιον· Δημήτριος | |
| Δημητρίου. παῖδας δίαυλον· Ν[εο]- | |
| μένης Ἀρίστωνος. ἄνδρας | |
| 25 | δίαυλον· Ἀριστόμαχος Ἑρμίου. |
| παῖδας λαμπαδιστάς· Ἐμπεδίων | |
| Ὁμήρου. παῖδας πύκτας· | |
| Δημόνεικος Εὐδήμου. ἄνδρας | |
| πύκτας· Δημήτριος Δημητρί- | |
| 30 | ου. παῖδας πανκράτιον· Φί- |
| λων Φίλωνος ὁ νεώτερος. | |
| δευτέρας κρίσεως, παῖδας | |
| πανκράτιον· Εὐπαλίδης Θε- | |
| μιστογένους. ἄνδρας | |
| 35 | πανκράτιον· Ἀσκληπιάδης |
| Ἀσκληπιάδου. ὁπλίτην· Κτή- | |
| σων Παυσανίου. ἀφιππο- | |
| δρομάν· Ἀριστομένης Ἀσανδρίδου. | |
| ἀποβατικῷ· Λάδαμος Ἀργαίου. | |
| 40 | σκοπῷ πεζῶν· Ἀλέξανδρος Κλέω- |
| νος. τόξῳ· Ὀνόμαρχος Ἡρακλείδου. | |
| σκοπῷ ἱππέων· Ἀριστομένης Ἀσα[ν]- | |
| δρίδου. ἐνκωμίῳ λογικῷ· | |
| Κόϊντος Ὄκριος Κοΐντου. ἐνκω- | |
| 45 | μίῳ ἐπικῷ· Ἀμώμητος Φιλοξ<ε>νί- |
| δου. καταλογῇ νέᾳ· | |
| Φίλων Φίλωνος ὁ νεώτερος. | |
| ἐπιγράνματι· Ἀμώμη- | |
| τος Φιλοξενίδου. |
IG IX,2
531