[ ] Pelasgiotis — Larisa — 214 BC — cf. Corrigenda p. XIV
1 [ταγ]ευόντουν Ἀναγκίπποι Πετθαλείοι, Ἀριστονόοι Εὐνομείοι, Ἐπιγένεος Ἰασονείοι, Εὐδίκο[ι]
[Ἀδα]μαντείοι, Ἀλεξία Κλεαρχείοι, γυμνασιαρχέντος Ἀλεύα Δαμοσθενείοι· Φιλίπποι τοῖ βασιλεῖος ἐπιστολὰν ἀ-
[π]υστέλλαντος πὸτ τὸς ταγὸς καὶ τὰν πόλιν τὰν ὑπογεγραμμέναν· βασιλεὺς Φίλιππος Λαρισαί-
ων τοῖς ταγοῖς καὶ τῆι πόλει χαίρειν· Πετραῖος καὶ Ἀνάγκιππος καὶ Ἀριστόνους ὡς ἀπὸ τῆς πρεσβείας ἐγένοντο,
5 ἐνεφάνιζόν μοι ὅτι καὶ ἡ ὑμετέρα πόλις διὰ τοὺς πολέμους προσδεῖται πλεόνων οἰκητῶν· ἕως ἂν οὖν καὶ ἑτέ-
ρους ἐπινοήσωμεν ἀξίους τοῦ παρ’ ὑμῖν πολιτεύματος, ἐπὶ τοῦ παρόντος κρίνω ψηφίσασθαι ὑμᾶς ὅπως τοῖς κατοι-
κοῦσιν παρ’ ὑμῖν Θεσσαλῶν ἢ τῶν ἄλλων Ἑλλήνων δοθῆι πολιτεία. τούτου γὰρ συντελεσθέντος καὶ συνμεινάν-
των πάντων διὰ τὰ φιλάνθρωπα πέπεισμαι ἕτερά τε πολλὰ τῶν χρησίμων ἔσεσθαι καὶ ἐμοὶ καὶ τῆι πόλει καὶ τὴν
χώραν μᾶλλον ἐξεργασθήσεσθαι. ἔτους βʹ Ὑπερβερεταίου καʹ.     ψαφιξαμένας τᾶς πόλιος ψάφισμα
10 τὸ ὑπογεγραμμένον· Πανάμμοι τᾶ ἕκτα ἐπ’ ἰκάδι συνκλεῖτος γενομένας, ἀγορανομέντουν τοῦν ταγοῦν πάν-
τουν Φιλίπποι τοῖ βασιλεῖος γράμματα πέμψαντος πὸτ τὸς ταγὸς καὶ τὰν πόλιν διέκι Πετραῖος καὶ Ἀνάγκιππος καὶ
Ἀριστόνοος, οὑς ἀτ τᾶς πρεισβείας ἐγένονθο, ἐνεφανίσσοεν αὐτοῦ, πὸκ κί καὶ ἁ ἀμμέουν πόλις διὲ τὸς πολέμος πο-
τεδέετο πλειόνουν τοῦν κατοικεισόντουν· μέσποδί κε οὖν καὶ ἑτέρος ἐπινοείσουμεν ἀξίος τοῖ πὰρ ἀμμὲ
πολιτεύματος, ἐτ τοῖ παρεόντος κρεννέμεν ψα[φ]ίξασθει[ν ἀ]μμὲ ο<ὑ>ς κε τοῖς κατοικέντεσσι πὰρ ἀμμὲ Πετθ[α]-
15 λοῦν καὶ τοῦν ἄλλουν Ἑλλάνουν δοθεῖ ἁ πολιτεία· τοίνεος γὰρ συντελεσθέντος καὶ συνμεννάντουν πάν-
τουν διὲ τὰ φιλάνθρουπα πεπεῖστειν ἄλλα τε πολλὰ τοῦν χρεισίμουν ἔσσεσθειν καὶ εὑτοῦ καὶ τᾶ πόλι καὶ
τὰν χούραν μᾶλλον ἐξεργασθείσεσθειν· ἐψάφιστει τᾶ πολιτεία πρασσέμεν πὲρ τούννεουν κὰτ τὰ ὁ βα-
σιλεὺς ἔγραψε, καὶ τοῖς κατοικέντεσσι πὰρ ἀμμὲ Πετθαλοῦν καὶ τοῦν ἄλλουν Ἑλλάνουν δεδόσθειν τὰν πολι-
τείαν καὶ αὐτοῖς καὶ ἐσγόνοις καὶ τὰ λοιπὰ τίμια ὑπαρχέμεν αὐτοῖς πάντα ὅσσαπερ Λασαίοις, φυλὰς ἑλομέ-
20 νοις ἑκάστου ποίας κε βέλλειτει· τὸ μὰ ψάφισμα τόνε κῦρρον ἔμμεν κὰπ παντὸς χρόνοι καὶ τὸς ταμίας ἐσδό-
μεν ὀνγράψειν αὐτὸ ἐν στάλλας λιθίας δύας καὶ τὰ ὀνύματα τοῦν πολιτογραφειθέντουν καὶ κατθέμεν
τὰμ μὲν ἴαν ἐν τὸ ἱερὸν τοῖ Ἄπλουνος τοῖ Κερδοίοι, τὰμ μὰ ἄλλαν ἐν τὰν ἀκρόπολιν, καὶ τὰν ὀνάλαν, κίς κε γι-
νύειτει ἐν τάνε, δόμεν. καὶ ὕστερον Φιλίπποι τοῖ βασιλεῖος ἐπιστολὰν ἄλλαν ἀπυστέλλαντος πὸτ
τὸς ταγὸς καὶ τὰν πόλιν ταγευόντουν Ἀριστονόοι Εὐνομείοι, Εὐδίκοι Ἀδαμαντείοι, Ἀλεξίπποι Ἱππολοχείοι,
25 Ἐπιγένεος Ἰασονείοι, Νυμεινίοι Μνασιαίοι, γυμνασιαρχέντος Τιμουνίδα Τιμουνιδαίοι τὰν ὑπογεγραμμέναν·
βασιλεὺς Φίλιππος Λαρισαίων τοῖς ταγοῖς καὶ τῆι πόλει χαίρειν. πυνθάνομαι τοὺς πολιτογραφηθέντας κατὰ
τὴν παρ’ ἐμοῦ ἐπιστολὴν καὶ τὸ ψήφισμα τὸ ὑμέτερον καὶ ἀναγραφέντας εἰς τὰς στήλας ἐκκεκολάφθαι· εἴ-
περ οὖν ἐγεγόνει τοῦτο, ἠστοχήκεισαν οἱ συνβουλεύσαντες ὑμῖν καὶ τοῦ συμφέροντος τῆι πατρίδι
καὶ τῆς ἐμῆς κρίσεως. ὅτι γὰρ πάντων κάλλιστόν ἐστιν ὡς πλείστων μετεχόντων τοῦ πολιτεύματος
30 τήν τε πόλιν ἰσχύειν καὶ τὴν χώραν μὴ ὥσπερ νῦν αἰσχρῶς χερσεύεσθαι, νομίζω μὲν οὐδ’ ὑμῶν οὐθένα ἂν ἀν-
τειπεῖν, ἔξεστι δὲ καὶ τοὺς λοιποὺς τοὺς ταῖς ὁμοίαις πολιτογραφίαις χρωμένους θεωρεῖν ὧν καὶ οἱ Ῥωμαῖ-
οί εἰσιν, οἳ καὶ τοὺς οἰκέτας ὅταν ἐλευθερώσωσιν, προσδεχόμενοι εἰς τὸ πολίτευμα καὶ τῶν ἀρχαίων με-
[ταδι]δόντες, καὶ διὰ τοῦ τοιούτου τρόπου οὐ μόνον τὴν ἰδίαν πατρίδα ἐπηυξήκασιν, ἀλλὰ καὶ ἀποικίας <σ>χεδὸν
[εἰς ἑβ]δομήκοντα τόπους ἐκπεπόμφασιν. πλὴν ἔτι γε καὶ νῦν παρακαλῶ ὑμᾶς ἀφιλοτίμως προσελθεῖν
35 [πρὸς τὸ] πρᾶγμα καὶ τοὺς μὲν κεκριμένους ὑπὸ τῶν πολιτῶν ἀποκαταστῆσαι εἰς τὴν πολιτείαν, εἰ δέ
[τινες ἀ]νήκεστόν τι πεπράχασιν εἰσς τὴν βασιλείαν ἢ τὴν πόλιν ἢ δι’ ἄλλην τινὰ αἰτίαν μὴ ἄξιοί εἰσιν
[μετέχ]ειν τῆς στήλης ταύτης, περὶ τούτων τὴν ὑπέρθεσιν ποιήσασθαι, ἕως ἂν ἐγὼ ἐπιστρέψας ἀπὸ τῆς
[στρατ]είας διακούσω· τοῖς μέντον κατηγορεῖν τούτων μέλλουσιν προείπατε ὅπως μὴ φανῶσιν διὰ φ[ι]-
[λοτ]ιμίαν τοῦτο ποιοῦντες. ἔτους ζʹ Γορπιαίου ιγʹ. ψαφιξαμένας τᾶς πόλιος ψάφισμα τὸ ὑπογε-
40 [γρ]αμμένον· "Θεμιστίοι τᾶ ὑστερομειννία ἀγορανομέντος Ἀλεξίπποι, πὲρ ἱεροῦν, Ἀλεξίπποι λέξα[ν]-
τος ἐψάφιστει τᾶ πολιτεία, ὅσσουν μὲν ἐφάνγρενθείν κινες τοῦν πεπολιτογραφειμένουν τὸς ταγὸς ἐ[γ]γρά[ψαν]-
τας ἐν λεύκουμα ἐσθέμεν αὐτὸς ἐν τὸν λιμένα, τοῦ[ν μ]ὰ λοιποῦν τοῦν πεπολιτογραφειμένουν κὰτ τὰν ἐπισ[το]-
λὰν τοῖ βασιλεῖος τὰ ὀνύματα καὶ τὰς ἐπιστολὰς τοῖ βασιλεῖος καὶ τὰ ψαφίσματα τό τε ὑππρὸ [τ]ᾶς γενόμενον
καὶ τὸ τᾶμον ὀγγράψαντας ἐν στάλλας λιθίας δύας κατθέ{μ}μεν {²⁶κατθέμεν}²⁶ τὰν μὲν ἴαν ἐν τὸν ναὸν τοῖ Ἄπλουνος τοῖ Κερδοίοι,
45 τὰν δὲ ἄλλαν ἐν τὰν ἀκρόπολιν ἐν τὸν ναὸν τᾶς Ἀθάνας καὶ τὰν ὀνάλαν τὰν ἐν τάνε γινυμέναν τὸς
ταμίας δόμεν ἀτ τᾶν κοινᾶν ποθόδουν, τὸ μὰ ψάφισμα τόνε κῦρρον ἔμμεν κὰπ παντὸς χρόνοι." οἱ πεπολιτο-
γραφειμένοι κάτ τε τὰς ἐπιστολὰς τοῖ βασιλεῖος καὶ κὰτ τὰ ψαφίσματα τᾶς πόλιος·
Σαμόθρακες· Ἄρχιππος Καλλιφούντειος.                   Κραννούνιοι· Ἁγεισίνοος Λυκίνειος, Φάλα-
κρος Σιμίαιος, Σιμίας Φαλάκρειος, Λυσίας Φιλοκλεῖος, Ἐπικράτεις Ἐπικρατίδαιος, Λυκῖνος Πολίταιος, Ἆγις Μενά[ν]-
50 δρειος, Παρμενίσκος Σουσιπολίειος, Ἱππόστρατος Δικαιοκράτειος, Ἀντίγονος Κρατεισιμάχειος, Δικαιοκράτεις
Μοκτίνειος, Σύχουν Ἀντιγόνειος, Πολύνικος Σιμμιούνειος, Ἀρχαιοκράτεις Ἱπποστράτειος, Βοΐσκος Φιλολάειος,
Κλεόνδας Εὐδάμαιος, Θεόδοτος Εὐδάμειος, Λασθένεις Μενούνειος, Μένουν Λασθένειος, Δαμοκράτεις Πολυ-
γνούτειος, Ἀλκίνοος Φιλοφείρειος, Νειλεὺς Πιτθ̣ίναιος, Ἱερομνάμουν Πολυγνούτειος, Ὅπλουνος Πιθούνε[ι]-
ος, Νικόλαος Ἁγεισίαιος, Στράτουν Ἁγεισίαιος, Ἀντιγένεις Ἀμφίαιος, Δύνατος Μαχίνειος, Πάμφιλος Εἱμούνειο[ς],
55 Χαίουν Πιθούνειος, Ἀντιγένεις Σουσιβίειος, Πετθαλὸς Πολίταιος, Θέρσουν Νικοδρόμειος, Σούσιππος Μενού-
νειος, Μενίσκος Μενούνειος, Κίμουν Ἀρειγούνειος, Σούστρατος Ἀρειγούνειος, Λυκῖνος Εὐδάμειος, Φιλῖνος
Φιλομείλειος, Λεσχίνας Στασούνειος, Στάσουν Δικαιοκράτεις Λεσχίναιοι, Ἀντιφάνεις Κορούνειος, Ἀρισ[το]-
φάνεις, Κορούνειος, Νικίας Ἀρχελάειος, Φρῦνος Ἀριστοφάνειος, Ἀρίσταρχος Ἀριστοφάνειος, Ἀνάξαρχος Μενύλειος,
Πάντιος Ξενούνειος, Εὐβίοτος Κοπβίδαιος, Μελαμπρίας Κοπβίδαιος, Ἀρναῖος Παρμενιούνειος, Ἐπίγονος Μικίναιος,
60 Θερσέας Πεταλίαιος, Πεταλίας Θερσίαιος, Ἀγαθοκλέας Βουλιούνειος, Ἀτθόνειτος Ἀγαθοκλέαιος, Δαμόνικος Βουλι-
ούνειος, Σιμμίας Τιμογένειος, Παρμενίσκος Παρμενιούνειος, Νίκουν Νικόρραιος, Σου[τά]δας Παρμενί-
σκειος, Λέουν Παρμενίσκειος, Ῥάδιος Νικόρραιος, Νικόρρας Ῥαδίειος, Φείδουν Αἰνέαιος, ΚοΛ̣․․ς Λυκίνειος, Μ[έ]-
τουπος Λεοντομένειος, Λυκῖνος Λύκειος, Παρμενείδας Σίμμειος, Μεννέας Σίμμειος, [Ἀσ]κλαπιάδας Ἀν-
δρειμούνειος, Ἀνδρείμουν Ἀσκλαπιάδαιος, Δαμοφάνεις Φιλοπόταιος, Μενέδαμος Ἀριστοκράτειος, Παῖς Ἀρι-
65 στοκράτειος, Δικαιοκράτεις Φιλάγρειος, Δικαιοκράτεις Παρμενίσκειος, Πολύξενος Ἀρχίνειος, Ἀντίμαχος
Φιλίππειος, Φίλιππος Μένανδρος Ἀντιμάχειοι, Φάλακρος Ἀρχελάειος, Ἁγείσιππος Παρμενίσκειος, Φερεκράτει[ς]
Ἁγεισίαιος, Κλεόμαχος Ἁγεισίαιος, Σιμύλος Βούθαιος, Εὐθύδαμος Βούθαιος, Πρόγονος Αἰνέτειος, Θεόδοτος Λε-
όντειος, Εὔδοξος Σουσιγένειος, Ἄγλαος Ὁπλούνειος, Λεούνδας Ἀλεξάνδρειος, Στράτιος Στασούνειος, Μένουν
Γλαυκίαιος, Ὀρέστας Γλαυκίαιος, Μελάνθιος Ἀνδρομάχειος, Μόνιμος Ἀνδρομάχειος, Θρασυμείδεις Ἀνδρομάχειος, Νι-
70 κάσιππος Πετραίειος, Εὐκολῖνος Πετραίειος, Πεταλίας Τιμογένειος, Ἐπικράτεις Μενεδάμειος, Ἄσανδρος Κεφαλούνει-
ος, Ἐπικράτεις Θεοδούρειος, Νικοκράτεις Θεοζότειος, Ὑβρέστας Πολυξένειος, Ἀριστόμαχος Πολυξένειος, Βερέκκας Ἰάνειος,
Ἑλλανοκράτεις Ἀγαθούνειος, Ἐπικρατίδας Σ[ίμ]μειος, Οἴδας Σκάρειος, Ξάνθιππος Νικασίππειος, Ἀγασικράτεις Ἀγασιδάμειος, Κλεο-
πτόλεμος Ἀντιγένειος, Λυσίας Ὑβρίσταιος, Δαμόνικος Ἐπινίκειος, Αὐτόβουλος Παυσανίαιος, Ἀριστομένεις Ἀριστοκράτειος, Μενε-
κλείδας Σίμμειος, Νίκουν Ὀνασίμειος, Ἀριστόμαχος Μενεκλείδαιος, Ἀριστόνοος Ἀριστομένειος, Νικασικράτεις Ἐπικράτειος, Φι-
75 λόξενος Σουκράτειος, Σαμοίτας Πολυλάειος, Μύσκελος Στρατίειος, Πολύοκτος Ἀντιγένειος, Φακᾶς Κριτολάειος, Παυσανί-
ας καὶ Αἶνος καὶ Πολυαινείδας, Αὐτόνοος Ἀμφιλόχειος, Ξένουν Λαμεδόντειος, Πολύνικος Ἀντινόειος, Ἐπικρατίδας Σαι-
τάδαιος, Δαμαίνετος Νικίαιος, Θερσίτας Στρατούνειος, Λυκῖνος Πεταλίαιος, Ἀγάθουν Ἐπικράτειος, Ἀγάθουν Ἀρύβ-
γαιος, 〚rasura〛, Ἐπίγονος Μικίναιος, Φίλιππος Μενοίταιος.
Γυρτούνιοι· Εὔθοινος Λεττίναιος, Φιλόδαμος Λεττίναιος, Βοΐσκος Δαμμάτρειος, Πουλυδά-
80 μας Νικουνίδαιος, Μνασίμαχος Μνασίαιος, Ἐπικράτεις Νικασίππειος, Φιλόφειρος Ἀνθρουπύλειος, Αἰσχύ-
λος Ταλούνειος, Ἀψεύδουν Ἐπικράτειος, Ἀριστοκλέας Ἀριστοδάμειος, Φιλίσκος Ῥαδίειος, Παρμονίδας Σου-
σάνδρειος, Εὐδαμίδας Πολυκλείτειος, Ἀντιγένεις Φιλοξέν[ει]ος, [Νικ]όλαος Ἀριστάνδρειος, [Ἀμε]τάβολος Ἐπι-
γένειος, Ἀπολλόδουρος Ἀδρατάδαιος, Φιλόξενος Ἀπολλοδούρειος, Κλ[εόφ(?)]υτος Κλεάνδρειος, Πολ․․․με[ι]-
ος, Ἀμυθάουν Πολυΐδειος, Ἀριστόμαχος Παρμενίταιος, Τάλουν Αἰσχύλειος, Νικάσιππος Αἰσχ[ύλειος, Ἐπικρά]-
85 τεις Ἀψευδούνειος, Σούσανδρος Ῥαδίειος, Ἁγείτουρ Ἀριστοκλέαιος, Μέτουπος Δαμοθέρσειος, Δικαι[— — — —],
Σαμίας Παρμονίδαιος, Δίουν Γαμίφρειος, Ἄλκιππος Ε[ἱρ]ουΐδαιος, Παρμενίουν Ὀρέσταιος, Αἰσχύλος [— — — —],
Γούνιππος Αἰσχύλειος, Θαύμαστ[ο]ς Εἱρουΐδαιος, Ἄρχιππος Ἀντανόρειος, Ἀντίγονος Σουσίππ[ειος — — — — —]
τειος, Σάτυρος Δαμοκράτειος, Ἀριστοκράτεις Πολυαινείδαιος, Κλειτόμαχος Ἀντιγόνειος, Ε[— — — — — — — —],
Ἀτθόνειτος Κριτοφύλειος, Πούταλος Ῥαδίειος, Αἰσχίνας Ἀστίππειος, Ἀγάθιππος Ἀστίππει[ος], Αἰσχ[ύ]λο[ς] Ἀστοκλε[ίδαιος — — —]
90 ογένειος, Σουΐδας Λακούνειος, Λάκουν Σουΐδαιος, Βερέκκας Πεταλίαιος, Ἀλκίδας Σ[— — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — —]σίας Φιλοφείρειος, Σούσιππος Ἐργίνειος, Θ[— — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — Π]ε̣ταλίαιος ∶ Λ<υ>[κ]ί̣<δ>ας(?) Παντα․[— — — — — — — — — —]
[— — — — — — — —]․․Η̣[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us