[ ]
Thess. (Pelasgiotis) — Larisa — 214 BC — cf. Corrigenda p. XIV
| 1 | [ταγ]ευόντουν Ἀναγκίπποι Πετθαλείοι, Ἀριστονόοι Εὐνομείοι, Ἐπιγένεος Ἰασονείοι, Εὐδίκο[ι] |
| [Ἀδα]μαντείοι, Ἀλεξία Κλεαρχείοι, γυμνασιαρχέντος Ἀλεύα Δαμοσθενείοι· Φιλίπποι τοῖ βασιλεῖος ἐπιστολὰν ἀ- | |
| [π]υστέλλαντος πὸτ τὸς ταγὸς καὶ τὰν πόλιν τὰν ὑπογεγραμμέναν· βασιλεὺς Φίλιππος Λαρισαί- | |
| ων τοῖς ταγοῖς καὶ τῆι πόλει χαίρειν· Πετραῖος καὶ Ἀνάγκιππος καὶ Ἀριστόνους ὡς ἀπὸ τῆς πρεσβείας ἐγένοντο, | |
| 5 | ἐνεφάνιζόν μοι ὅτι καὶ ἡ ὑμετέρα πόλις διὰ τοὺς πολέμους προσδεῖται πλεόνων οἰκητῶν· ἕως ἂν οὖν καὶ ἑτέ- |
| ρους ἐπινοήσωμεν ἀξίους τοῦ παρ’ ὑμῖν πολιτεύματος, ἐπὶ τοῦ παρόντος κρίνω ψηφίσασθαι ὑμᾶς ὅπως τοῖς κατοι- | |
| κοῦσιν παρ’ ὑμῖν Θεσσαλῶν ἢ τῶν ἄλλων Ἑλλήνων δοθῆι πολιτεία. τούτου γὰρ συντελεσθέντος καὶ συνμεινάν- | |
| των πάντων διὰ τὰ φιλάνθρωπα πέπεισμαι ἕτερά τε πολλὰ τῶν χρησίμων ἔσεσθαι καὶ ἐμοὶ καὶ τῆι πόλει καὶ τὴν | |
| χώραν μᾶλλον ἐξεργασθήσεσθαι. ἔτους βʹ Ὑπερβερεταίου καʹ. ψαφιξαμένας τᾶς πόλιος ψάφισμα | |
| 10 | τὸ ὑπογεγραμμένον· Πανάμμοι τᾶ ἕκτα ἐπ’ ἰκάδι συνκλεῖτος γενομένας, ἀγορανομέντουν τοῦν ταγοῦν πάν- |
| τουν Φιλίπποι τοῖ βασιλεῖος γράμματα πέμψαντος πὸτ τὸς ταγὸς καὶ τὰν πόλιν διέκι Πετραῖος καὶ Ἀνάγκιππος καὶ | |
| Ἀριστόνοος, οὑς ἀτ τᾶς πρεισβείας ἐγένονθο, ἐνεφανίσσοεν αὐτοῦ, πὸκ κί καὶ ἁ ἀμμέουν πόλις διὲ τὸς πολέμος πο- | |
| τεδέετο πλειόνουν τοῦν κατοικεισόντουν· μέσποδί κε οὖν καὶ ἑτέρος ἐπινοείσουμεν ἀξίος τοῖ πὰρ ἀμμὲ | |
| πολιτεύματος, ἐτ τοῖ παρεόντος κρεννέμεν ψα[φ]ίξασθει[ν ἀ]μμὲ ο<ὑ>ς κε τοῖς κατοικέντεσσι πὰρ ἀμμὲ Πετθ[α]- | |
| 15 | λοῦν καὶ τοῦν ἄλλουν Ἑλλάνουν δοθεῖ ἁ πολιτεία· τοίνεος γὰρ συντελεσθέντος καὶ συνμεννάντουν πάν- |
| τουν διὲ τὰ φιλάνθρουπα πεπεῖστειν ἄλλα τε πολλὰ τοῦν χρεισίμουν ἔσσεσθειν καὶ εὑτοῦ καὶ τᾶ πόλι καὶ | |
| τὰν χούραν μᾶλλον ἐξεργασθείσεσθειν· ἐψάφιστει τᾶ πολιτεία πρασσέμεν πὲρ τούννεουν κὰτ τὰ ὁ βα- | |
| σιλεὺς ἔγραψε, καὶ τοῖς κατοικέντεσσι πὰρ ἀμμὲ Πετθαλοῦν καὶ τοῦν ἄλλουν Ἑλλάνουν δεδόσθειν τὰν πολι- | |
| τείαν καὶ αὐτοῖς καὶ ἐσγόνοις καὶ τὰ λοιπὰ τίμια ὑπαρχέμεν αὐτοῖς πάντα ὅσσαπερ Λασαίοις, φυλὰς ἑλομέ- | |
| 20 | νοις ἑκάστου ποίας κε βέλλειτει· τὸ μὰ ψάφισμα τόνε κῦρρον ἔμμεν κὰπ παντὸς χρόνοι καὶ τὸς ταμίας ἐσδό- |
| μεν ὀνγράψειν αὐτὸ ἐν στάλλας λιθίας δύας καὶ τὰ ὀνύματα τοῦν πολιτογραφειθέντουν καὶ κατθέμεν | |
| τὰμ μὲν ἴαν ἐν τὸ ἱερὸν τοῖ Ἄπλουνος τοῖ Κερδοίοι, τὰμ μὰ ἄλλαν ἐν τὰν ἀκρόπολιν, καὶ τὰν ὀνάλαν, κίς κε γι- | |
| νύειτει ἐν τάνε, δόμεν. καὶ ὕστερον Φιλίπποι τοῖ βασιλεῖος ἐπιστολὰν ἄλλαν ἀπυστέλλαντος πὸτ | |
| τὸς ταγὸς καὶ τὰν πόλιν ταγευόντουν Ἀριστονόοι Εὐνομείοι, Εὐδίκοι Ἀδαμαντείοι, Ἀλεξίπποι Ἱππολοχείοι, | |
| 25 | Ἐπιγένεος Ἰασονείοι, Νυμεινίοι Μνασιαίοι, γυμνασιαρχέντος Τιμουνίδα Τιμουνιδαίοι τὰν ὑπογεγραμμέναν· |
| βασιλεὺς Φίλιππος Λαρισαίων τοῖς ταγοῖς καὶ τῆι πόλει χαίρειν. πυνθάνομαι τοὺς πολιτογραφηθέντας κατὰ | |
| τὴν παρ’ ἐμοῦ ἐπιστολὴν καὶ τὸ ψήφισμα τὸ ὑμέτερον καὶ ἀναγραφέντας εἰς τὰς στήλας ἐκκεκολάφθαι· εἴ- | |
| περ οὖν ἐγεγόνει τοῦτο, ἠστοχήκεισαν οἱ συνβουλεύσαντες ὑμῖν καὶ τοῦ συμφέροντος τῆι πατρίδι | |
| καὶ τῆς ἐμῆς κρίσεως. ὅτι γὰρ πάντων κάλλιστόν ἐστιν ὡς πλείστων μετεχόντων τοῦ πολιτεύματος | |
| 30 | τήν τε πόλιν ἰσχύειν καὶ τὴν χώραν μὴ ὥσπερ νῦν αἰσχρῶς χερσεύεσθαι, νομίζω μὲν οὐδ’ ὑμῶν οὐθένα ἂν ἀν- |
| τειπεῖν, ἔξεστι δὲ καὶ τοὺς λοιποὺς τοὺς ταῖς ὁμοίαις πολιτογραφίαις χρωμένους θεωρεῖν ὧν καὶ οἱ Ῥωμαῖ- | |
| οί εἰσιν, οἳ καὶ τοὺς οἰκέτας ὅταν ἐλευθερώσωσιν, προσδεχόμενοι εἰς τὸ πολίτευμα καὶ τῶν ἀρχαίων με- | |
| [ταδι]δόντες, καὶ διὰ τοῦ τοιούτου τρόπου οὐ μόνον τὴν ἰδίαν πατρίδα ἐπηυξήκασιν, ἀλλὰ καὶ ἀποικίας <σ>χεδὸν | |
| [εἰς ἑβ]δομήκοντα τόπους ἐκπεπόμφασιν. πλὴν ἔτι γε καὶ νῦν παρακαλῶ ὑμᾶς ἀφιλοτίμως προσελθεῖν | |
| 35 | [πρὸς τὸ] πρᾶγμα καὶ τοὺς μὲν κεκριμένους ὑπὸ τῶν πολιτῶν ἀποκαταστῆσαι εἰς τὴν πολιτείαν, εἰ δέ |
| [τινες ἀ]νήκεστόν τι πεπράχασιν εἰσς τὴν βασιλείαν ἢ τὴν πόλιν ἢ δι’ ἄλλην τινὰ αἰτίαν μὴ ἄξιοί εἰσιν | |
| [μετέχ]ειν τῆς στήλης ταύτης, περὶ τούτων τὴν ὑπέρθεσιν ποιήσασθαι, ἕως ἂν ἐγὼ ἐπιστρέψας ἀπὸ τῆς | |
| [στρατ]είας διακούσω· τοῖς μέντον κατηγορεῖν τούτων μέλλουσιν προείπατε ὅπως μὴ φανῶσιν διὰ φ[ι]- | |
| [λοτ]ιμίαν τοῦτο ποιοῦντες. ἔτους ζʹ Γορπιαίου ιγʹ. ψαφιξαμένας τᾶς πόλιος ψάφισμα τὸ ὑπογε- | |
| 40 | [γρ]αμμένον· "Θεμιστίοι τᾶ ὑστερομειννία ἀγορανομέντος Ἀλεξίπποι, πὲρ ἱεροῦν, Ἀλεξίπποι λέξα[ν]- |
| τος ἐψάφιστει τᾶ πολιτεία, ὅσσουν μὲν ἐφάνγρενθείν κινες τοῦν πεπολιτογραφειμένουν τὸς ταγὸς ἐ[γ]γρά[ψαν]- | |
| τας ἐν λεύκουμα ἐσθέμεν αὐτὸς ἐν τὸν λιμένα, τοῦ[ν μ]ὰ λοιποῦν τοῦν πεπολιτογραφειμένουν κὰτ τὰν ἐπισ[το]- | |
| λὰν τοῖ βασιλεῖος τὰ ὀνύματα καὶ τὰς ἐπιστολὰς τοῖ βασιλεῖος καὶ τὰ ψαφίσματα τό τε ὑππρὸ [τ]ᾶς γενόμενον | |
| καὶ τὸ τᾶμον ὀγγράψαντας ἐν στάλλας λιθίας δύας κατθέ{μ}μεν {²⁶κατθέμεν}²⁶ τὰν μὲν ἴαν ἐν τὸν ναὸν τοῖ Ἄπλουνος τοῖ Κερδοίοι, | |
| 45 | τὰν δὲ ἄλλαν ἐν τὰν ἀκρόπολιν ἐν τὸν ναὸν τᾶς Ἀθάνας καὶ τὰν ὀνάλαν τὰν ἐν τάνε γινυμέναν τὸς |
| ταμίας δόμεν ἀτ τᾶν κοινᾶν ποθόδουν, τὸ μὰ ψάφισμα τόνε κῦρρον ἔμμεν κὰπ παντὸς χρόνοι." οἱ πεπολιτο- | |
| γραφειμένοι κάτ τε τὰς ἐπιστολὰς τοῖ βασιλεῖος καὶ κὰτ τὰ ψαφίσματα τᾶς πόλιος· | |
| Σαμόθρακες· Ἄρχιππος Καλλιφούντειος. Κραννούνιοι· Ἁγεισίνοος Λυκίνειος, Φάλα- | |
| κρος Σιμίαιος, Σιμίας Φαλάκρειος, Λυσίας Φιλοκλεῖος, Ἐπικράτεις Ἐπικρατίδαιος, Λυκῖνος Πολίταιος, Ἆγις Μενά[ν]- | |
| 50 | δρειος, Παρμενίσκος Σουσιπολίειος, Ἱππόστρατος Δικαιοκράτειος, Ἀντίγονος Κρατεισιμάχειος, Δικαιοκράτεις |
| Μοκτίνειος, Σύχουν Ἀντιγόνειος, Πολύνικος Σιμμιούνειος, Ἀρχαιοκράτεις Ἱπποστράτειος, Βοΐσκος Φιλολάειος, | |
| Κλεόνδας Εὐδάμαιος, Θεόδοτος Εὐδάμειος, Λασθένεις Μενούνειος, Μένουν Λασθένειος, Δαμοκράτεις Πολυ- | |
| γνούτειος, Ἀλκίνοος Φιλοφείρειος, Νειλεὺς Πιτθ̣ίναιος, Ἱερομνάμουν Πολυγνούτειος, Ὅπλουνος Πιθούνε[ι]- | |
| ος, Νικόλαος Ἁγεισίαιος, Στράτουν Ἁγεισίαιος, Ἀντιγένεις Ἀμφίαιος, Δύνατος Μαχίνειος, Πάμφιλος Εἱμούνειο[ς], | |
| 55 | Χαίουν Πιθούνειος, Ἀντιγένεις Σουσιβίειος, Πετθαλὸς Πολίταιος, Θέρσουν Νικοδρόμειος, Σούσιππος Μενού- |
| νειος, Μενίσκος Μενούνειος, Κίμουν Ἀρειγούνειος, Σούστρατος Ἀρειγούνειος, Λυκῖνος Εὐδάμειος, Φιλῖνος | |
| Φιλομείλειος, Λεσχίνας Στασούνειος, Στάσουν Δικαιοκράτεις Λεσχίναιοι, Ἀντιφάνεις Κορούνειος, Ἀρισ[το]- | |
| φάνεις, Κορούνειος, Νικίας Ἀρχελάειος, Φρῦνος Ἀριστοφάνειος, Ἀρίσταρχος Ἀριστοφάνειος, Ἀνάξαρχος Μενύλειος, | |
| Πάντιος Ξενούνειος, Εὐβίοτος Κοπβίδαιος, Μελαμπρίας Κοπβίδαιος, Ἀρναῖος Παρμενιούνειος, Ἐπίγονος Μικίναιος, | |
| 60 | Θερσέας Πεταλίαιος, Πεταλίας Θερσίαιος, Ἀγαθοκλέας Βουλιούνειος, Ἀτθόνειτος Ἀγαθοκλέαιος, Δαμόνικος Βουλι- |
| ούνειος, Σιμμίας Τιμογένειος, Παρμενίσκος Παρμενιούνειος, Νίκουν Νικόρραιος, Σου[τά]δας Παρμενί- | |
| σκειος, Λέουν Παρμενίσκειος, Ῥάδιος Νικόρραιος, Νικόρρας Ῥαδίειος, Φείδουν Αἰνέαιος, ΚοΛ̣․․ς Λυκίνειος, Μ[έ]- | |
| τουπος Λεοντομένειος, Λυκῖνος Λύκειος, Παρμενείδας Σίμμειος, Μεννέας Σίμμειος, [Ἀσ]κλαπιάδας Ἀν- | |
| δρειμούνειος, Ἀνδρείμουν Ἀσκλαπιάδαιος, Δαμοφάνεις Φιλοπόταιος, Μενέδαμος Ἀριστοκράτειος, Παῖς Ἀρι- | |
| 65 | στοκράτειος, Δικαιοκράτεις Φιλάγρειος, Δικαιοκράτεις Παρμενίσκειος, Πολύξενος Ἀρχίνειος, Ἀντίμαχος |
| Φιλίππειος, Φίλιππος Μένανδρος Ἀντιμάχειοι, Φάλακρος Ἀρχελάειος, Ἁγείσιππος Παρμενίσκειος, Φερεκράτει[ς] | |
| Ἁγεισίαιος, Κλεόμαχος Ἁγεισίαιος, Σιμύλος Βούθαιος, Εὐθύδαμος Βούθαιος, Πρόγονος Αἰνέτειος, Θεόδοτος Λε- | |
| όντειος, Εὔδοξος Σουσιγένειος, Ἄγλαος Ὁπλούνειος, Λεούνδας Ἀλεξάνδρειος, Στράτιος Στασούνειος, Μένουν | |
| Γλαυκίαιος, Ὀρέστας Γλαυκίαιος, Μελάνθιος Ἀνδρομάχειος, Μόνιμος Ἀνδρομάχειος, Θρασυμείδεις Ἀνδρομάχειος, Νι- | |
| 70 | κάσιππος Πετραίειος, Εὐκολῖνος Πετραίειος, Πεταλίας Τιμογένειος, Ἐπικράτεις Μενεδάμειος, Ἄσανδρος Κεφαλούνει- |
| ος, Ἐπικράτεις Θεοδούρειος, Νικοκράτεις Θεοζότειος, Ὑβρέστας Πολυξένειος, Ἀριστόμαχος Πολυξένειος, Βερέκκας Ἰάνειος, | |
| Ἑλλανοκράτεις Ἀγαθούνειος, Ἐπικρατίδας Σ[ίμ]μειος, Οἴδας Σκάρειος, Ξάνθιππος Νικασίππειος, Ἀγασικράτεις Ἀγασιδάμειος, Κλεο- | |
| πτόλεμος Ἀντιγένειος, Λυσίας Ὑβρίσταιος, Δαμόνικος Ἐπινίκειος, Αὐτόβουλος Παυσανίαιος, Ἀριστομένεις Ἀριστοκράτειος, Μενε- | |
| κλείδας Σίμμειος, Νίκουν Ὀνασίμειος, Ἀριστόμαχος Μενεκλείδαιος, Ἀριστόνοος Ἀριστομένειος, Νικασικράτεις Ἐπικράτειος, Φι- | |
| 75 | λόξενος Σουκράτειος, Σαμοίτας Πολυλάειος, Μύσκελος Στρατίειος, Πολύοκτος Ἀντιγένειος, Φακᾶς Κριτολάειος, Παυσανί- |
| ας καὶ Αἶνος καὶ Πολυαινείδας, Αὐτόνοος Ἀμφιλόχειος, Ξένουν Λαμεδόντειος, Πολύνικος Ἀντινόειος, Ἐπικρατίδας Σαι- | |
| τάδαιος, Δαμαίνετος Νικίαιος, Θερσίτας Στρατούνειος, Λυκῖνος Πεταλίαιος, Ἀγάθουν Ἐπικράτειος, Ἀγάθουν Ἀρύβ- | |
| γαιος, 〚rasura〛, Ἐπίγονος Μικίναιος, Φίλιππος Μενοίταιος. | |
| Γυρτούνιοι· Εὔθοινος Λεττίναιος, Φιλόδαμος Λεττίναιος, Βοΐσκος Δαμμάτρειος, Πουλυδά- | |
| 80 | μας Νικουνίδαιος, Μνασίμαχος Μνασίαιος, Ἐπικράτεις Νικασίππειος, Φιλόφειρος Ἀνθρουπύλειος, Αἰσχύ- |
| λος Ταλούνειος, Ἀψεύδουν Ἐπικράτειος, Ἀριστοκλέας Ἀριστοδάμειος, Φιλίσκος Ῥαδίειος, Παρμονίδας Σου- | |
| σάνδρειος, Εὐδαμίδας Πολυκλείτειος, Ἀντιγένεις Φιλοξέν[ει]ος, [Νικ]όλαος Ἀριστάνδρειος, [Ἀμε]τάβολος Ἐπι- | |
| γένειος, Ἀπολλόδουρος Ἀδρατάδαιος, Φιλόξενος Ἀπολλοδούρειος, Κλ[εόφ(?)]υτος Κλεάνδρειος, Πολ․․․με[ι]- | |
| ος, Ἀμυθάουν Πολυΐδειος, Ἀριστόμαχος Παρμενίταιος, Τάλουν Αἰσχύλειος, Νικάσιππος Αἰσχ[ύλειος, Ἐπικρά]- | |
| 85 | τεις Ἀψευδούνειος, Σούσανδρος Ῥαδίειος, Ἁγείτουρ Ἀριστοκλέαιος, Μέτουπος Δαμοθέρσειος, Δικαι[— — — —], |
| Σαμίας Παρμονίδαιος, Δίουν Γαμίφρειος, Ἄλκιππος Ε[ἱρ]ουΐδαιος, Παρμενίουν Ὀρέσταιος, Αἰσχύλος [— — — —], | |
| Γούνιππος Αἰσχύλειος, Θαύμαστ[ο]ς Εἱρουΐδαιος, Ἄρχιππος Ἀντανόρειος, Ἀντίγονος Σουσίππ[ειος — — — — —] | |
| τειος, Σάτυρος Δαμοκράτειος, Ἀριστοκράτεις Πολυαινείδαιος, Κλειτόμαχος Ἀντιγόνειος, Ε[— — — — — — — —], | |
| Ἀτθόνειτος Κριτοφύλειος, Πούταλος Ῥαδίειος, Αἰσχίνας Ἀστίππειος, Ἀγάθιππος Ἀστίππει[ος], Αἰσχ[ύ]λο[ς] Ἀστοκλε[ίδαιος — — —] | |
| 90 | ογένειος, Σουΐδας Λακούνειος, Λάκουν Σουΐδαιος, Βερέκκας Πεταλίαιος, Ἀλκίδας Σ[— — — — — — — — — —] |
| [— — — — — — — — — — — — — — — — —]σίας Φιλοφείρειος, Σούσιππος Ἐργίνειος, Θ[— — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — — — — — — — Π]ε̣ταλίαιος ∶ Λ<υ>[κ]ί̣<δ>ας(?) Παντα․[— — — — — — — — — —] | |
| [— — — — — — — —]․․Η̣[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |