[ ]
Thess. (Pelasgiotis) — Pherai (Velestino) — 3rd c. BC — GVI 99
| 1 | σωφροσύνης, ἀρετῆς μνημεῖον τοῦτ’ ἀνάκειται |
| Πύρρωι Ἀγασικλέϊος παιδὶ καταφθιμένωι· | |
| εἰ δ’ ἦν τοὺς ἀγαθοὺς ἀνάγειν, πάλιν ἦλθες ἂν εἰς φῶ[ς], | |
| ἐκπρολιπὼν ἀδύτους Φερσεφόνης θαλάμους. |