IG IX,2 59
[ ] Ainis — Latyia — undated — cf. Corrigenda p. IX — SGDI II 1438
1             Λατυέων ἁ πόλις
            Σώσανδρον Τολμαίου
            εὐεργέταν τοῖς θεοῖς.
τὸν μέγαν ἐμ βουλαῖς τε καὶ ἤθεσι καὶ φρενὸς ἀλκῇ
5   Σώσανδρον, κλεινῶν ἔκγονον Αἰνιέων,
Τολμαίου κλυτὸν υἷα πόλις Λάτυια φιλόπλου
  χάλκεον ἀντ’ ἀρετᾶς εἵσατο τᾷδε θεοῖς·
τόνδε γὰρ ἁγητῆρα δι’ εὐξυνέτοιο μερίμνας,
  σωτῆρα, κτίστην, ἄλλον ἔδεκτο Δία.
10 ἡρώων θρέπτειρ’, ἐναρήφορε, πότνι’ ἀγώνων,
  σὸν κλέος, εἰ τοιούσδ’ ἄνδρας ἔχεις, Ὑπάτα.
Search Help
Contact Us