[ ] Boiotia — Chaironeia — 2nd c. BC
1 ἄρχοντος Κριτολάου, μηνὸς Ἀλαλκομε<νε>ίου τριακάδι, Τηλε[μαχὶ]ς̣ Εὐβούλου, παρόντος αὐ[τῇ] τ̣οῦ ἀνδρὸς
Μίλωνος τοῦ Ἱππίνου, ἀνατίθησιν τὴν ἰδίαν δούλην Σωτηρίχαν ἱε[ρὰν τῷ] Σεράπιδι, μὴ προσήκουσαν μηθενὶ
μηθέν, τὴν ἀνάθεσιν          ποιούμενοι διὰ τοῦ συνεδρ[ίου] κατὰ τὸ[ν νόμ]ον.
Search Help
Contact Us