| 1 | ἄρχοντος Διοκλέους τοῦ Σιμμίου, μηνὸς |
| Ὁμολωΐου πεντεκαιδεκάτῃ, Δεξξίπ- | |
| πα Ἀθανίου, παρόντος αὐτῇ τοῦ ἀνδρὸς | |
| Σαμίχου τοῦ Φιλοξένου, ἀνατίθησι | |
| 5 | τὰς ἰδίας δούλας Καλλίδα καὶ Πῦθιν |
| καὶ τὸ ἐκ τῆς Καλλίδος παιδάριον, ᾧ ὄ- | |
| νομα Νίκων, ἱεροὺς τῷ Σεράπιδι, παρα- | |
| μίναντας Δεξίππᾳ Εὐβούλου, τῇ κατὰ φύ- | |
| σιν μου μάμμῃ, πάντα τὸν τῆς ζωῆς αὐ- | |
| 10 | τῆς χρόνον ἀνενκλήτως· τὰ δὲ γεν- |
| νηθέντα ἐξ αὐτῶν ἐν τῷ τῆς | |
| παραμονῆς χρόνῳ ἔσστωσαν | |
| δοῦλα Δεξξίππας τῆς Ἀθανίου· | |
| τὴν ἀνάθεσιν ποιουμένη διὰ | |
| 15 | τοῦ συνεδρίου κατὰ τὸν νόμον. |
IG VII
3322