[ ] Boiotia — Orchomenos — ca. 250-200 BC
A.1 Θυνάρχω ἄρχοντος, μεινὸς Θ[ει]-
λουθίω, Ἀγχίαρος Εὐμείλω ταμί-
ας Εὐβώλυ Ἀρχεδάμω Φωκεῖι χρέ-
ος ἀπέδωκα ἀπὸ τᾶς σουγγράφω
5 πεδὰ τῶν πολεμάρχων κὴ τῶν
κατοπτάων, ἀνελόμενος τὰς
σουγγράφως τὰς κιμένας πὰρ Εὔ-
φρονα κὴ Φιδίαν κὴ Πασικλεῖν
κὴ Τιμόμειλον Φωκεῖας κὴ Δαμο-
10 τέλειν Λυσιδάμω κὴ Διωνύσιον
Καφισοδώρω Χηρωνεῖα κὰτ τὸ ψά-
φισμα τῶ δάμω   {⁸16093 dr.}⁸.
B.13 Θυνάρχω ἄρχοντος, μεινὸς Ἀλα[λ]-
κομενίω, Ϝάρνων Πολυκλεῖος
15 ταμίας ἀπέδωκε Εὐβώλυ Ἀρχε-
δάμω Φωκεῖι ἀπὸ τᾶς σουγγρά-
φω τὸ κατάλυπον κὰτ τὸ ψάφισμα
τῶ δάμω ἀνελόμενος τὰς σουγ-
γράφως τὰς κιμένας πὰρ Σώφι-
20 λον κὴ Εὔφρονα Φωκεῖας κὴ πὰρ
Διωνύσιον Καφισοδώρω Χηρωνεῖ-
α κὴ Λυσίδαμον Δαμοτέλιος πε-
δὰ τῶν πολεμάρχων κὴ τῶν κατο-
πτάων {⁸5773 dr., 1 1/2 ob.}⁸.
C.25 ἄρχοντος ἐν Ἐρχομενῦ Θυνάρχω, μει-
νὸς Ἀλαλκομενίω, ἐν δὲ Ϝελατίη Με-
νοίταο Ἀρχελάω, μεινὸς Πράτω, ὁμο-
λογὰ Εὐβώλυ Ϝελατιήυ κὴ τῆ πόλι Ἐρ-
χομενίων· ἐπιδεὶ κεκόμιστη Εὔβω-
30 λος πὰρ τᾶς πόλιος τὸ δάνειον ἅπαν
κὰτ τὰς ὁμολογίας τὰς τεθείσας Θυ-
νάρχω ἄρχοντος μεινὸς Θειλουθίω,
κὴ οὔτ’ ὀφείλετη αὐτῦ ἔτι οὐθὲν πὰρ τὰν
πόλιν, ἀλλ’ ἀπέχι πάντα περὶ παντὸς
35 κὴ ἀποδεδόανθι τῆ πόλι τὺ ἔχοντες
τὰς ὁμολογίας, εἶμεν ποτιδεδομέ-
νον χρόνον Εὐβώλυ ἐπινομίας ϝέτια
πέτταρα βούεσσι σοὺν ἵππυς διακα-
τίης ϝίκατι, προβάτυς σοὺν ἤγυς χει-
40 λίης. ἄρχι τῶ χρόνω ὁ ἐνιαυτὸς ὁ μετὰ
Θύναρχον ἄρχοντα Ἐρχομενίυς· ἀπ[ο]-
γράφεσθη δὲ Εὔβωλον κατ’ ἐνιαυτὸν
ἕκαστον πὰρ τὸν ταμίαν κὴ τὸν νομώ-
ναν τά τε καύματα τῶν προβάτων κὴ
45 τᾶν ἠγῶν κὴ τᾶν βουῶν κὴ τᾶν ἵππων κ[ἤ]-
κα τινὰ ἄσαμα ἴωνθι, κὴ τὸ πλεῖθος. με[ὶ]
ἀπογραφέσθω δὲ πλίονα τῶν γεγραμ-
μ̣έ̣νων ἐν τῆ σουγχωρείσι. ἠ δέ κά τις
[πράττει]τ̣η τὸ ἐννόμιον Εὔβωλον, ὀφειλέ-
50 [τω ἁ πό]λις τῶν Ἐρχομενίων ἀργουρίω
[μνᾶς] πετταράκοντα Εὐβώλυ καθ’ ἕκα-
[στον ἐ]νιαυτόν, κ[ὴ] τόκον φερέτω δρα(χμὰς) {⁸3}⁸
[ἀπὸ] τᾶς μνᾶς ἑκάστας κατὰ μεῖνα
[ἕκασ]τον κὴ ἔμπρακτος ἔστω Εὐβ[ώλυ]
55 [ἁ πόλις] τῶν Ἐρχ[ο]μεν[ίων] #⁷[— —]
Search Help
Contact Us