| 1 | [— — — — — — ἄρχον]το[ς, Σάων Σωκράτιο]ς ἀν̣[τίθειτι τὸ ϝί]διον̣ δουλι[κὸν] |
| [π]αιδάριον Ἀθάνωνα τῦ Δὶ τεῖ Βασιλεῖ κὴ τεῖ Τρεφωνίει ἱαρὸν εἶμεν τὸν πάν[τα] | |
| [χ]ρόνον ἀπὸ τᾶσδε τᾶς ἁμέρας, μεὶ ποθίκοντα μείτε αὐτεῖ Σάωνι μείτε ἄλλει | |
| [μ]ειθενὶ κατὰ μειθένα τρόπον. ἠ δέ κά τις ἀντιποιεῖτη Ἀθάνωνος εἲ ἄλλο τι ἀδικ[εῖ] | |
| 5 | [κ]αθ’ ὅντινα ὦν τρόπον, οὑπερδικιόνθω κὴ προϊστάνθω τύ τε ἱαρεῖες κὴ τε[ὶ] |
| [ἱα]ράρχη τὺ ἠῒ ἀντιτιουνχάνοντες κὴ τῶν ἄλλων ὁ βειλόμενος. ϝίστορε[ς]· | |
| [Σω]κράτεις Σάωνος, Εὔβωλος Σωκράτιος, Νίκαρχος κὴ Κράτων Εὐνοστίδ[αο]. |
IG VII
3080