| 1 | Εὐμείλω ἄρχοντος Ἐπικουδείω Κορωνεῖ<ο>ς, |
| τοῖ Ἀπόλλωνι τὸν τρίποδα ἀνέθειαν Βοιωτοί, μαντευσ- | |
| αμένω τῶ θεῶ καὶ ἀποδόντος τὰν ἀγαθὰν μαντείαν | |
| Βοιωτοῖς, ἀφεδριατευόντων Εὐωνυμοδώρω Πυθορμίω Ἁλι- | |
| 5 | αρτίω, Φιλίππω Ἀριστοκρατείω Θεισπιεῖος, Μοιρίχω Εὐβω<λί>ω Πλατ- |
| αιεῖος, Τρίακος Ἀντιδωρίω Θειβ[ε]ίω, Τερψίαο Φορυσκίω Ἐρχομενίω, | |
| Μοσχίνω Θεδωρίδαο Λεπαδειήω, Ἀμεινοκλεῖος Ἀμεινίαο Ταν- | |
| αγρήω, Ὀνουμάστω Νικολαΐω Θεισπιεῖος μάντιος. |
IG VII
2724