[ ] Boiotia — Akraiphia: Ptoion — ca. 312-304 BC
See also:
1 Εὐμείλω ἄρχοντος Ἐπικουδείω Κορωνεῖ<ο>ς,
τοῖ Ἀπόλλωνι τὸν τρίποδα ἀνέθειαν Βοιωτοί, μαντευσ-
αμένω τῶ θεῶ καὶ ἀποδόντος τὰν ἀγαθὰν μαντείαν
Βοιωτοῖς, ἀφεδριατευόντων Εὐωνυμοδώρω Πυθορμίω Ἁλι-
5 αρτίω, Φιλίππω Ἀριστοκρατείω Θεισπιεῖος, Μοιρίχω Εὐβω<λί>ω Πλατ-
αιεῖος, Τρίακος Ἀντιδωρίω Θειβ[ε]ίω, Τερψίαο Φορυσκίω Ἐρχομενίω,
Μοσχίνω Θεδωρίδαο Λεπαδειήω, Ἀμεινοκλεῖος Ἀμεινίαο Ταν-
αγρήω, Ὀνουμάστω Νικολαΐω Θεισπιεῖος μάντιος.
Search Help