| 1 | οὐκ ἔστ’ οὐδὲν τέρμα βίου θνητῶν ἐπινοίαις, |
| ἀλλὰ τύχη κρείσσων ἐλπίδος ἐξεφάνη, | |
| ἣ καὶ Τιμοκλέην Ἀσωπίχου ἠφάνισ’ υἱὸν | |
| πρόσθε πρὶν ἐνδείξασθ’ ἔργα πρέποντα φύσει, | |
| 5 | ὃς Βασίλεια Διὸς καὶ ἐν Ἡρακλέους τρισ<ὶ>ν ἄθλοις |
| ἵπποις νικήσας δώματ’ ἐπηγλάϊσεν. | |
| vacat | |
| 7 | Πολύκλειτος ἐπόεισε. |
IG VII
2532