| 1 | τὸ ἐπίγραμμα τῶν ἐν τῷ Περσικῷ πολέμῳ ἀποθανόντων κὲ κει<μέ>νω[ν] |
| ἐντα<ῦ>θα ἡρώων· ἀπ<ολ>όμενον δὲ τῷ χ<ρ>όνῳ Ἑλλάδιος ὁ ἀρχιερεὺς ἐπ<εσ>κ<εύ>[ασεν]. | |
| 2a | [ἐπεὶ ἔδοξε τοὺς ἐν τῷ πολέμῳ ἀποθανόντας ἐνταῦθα] |
| 3 | [τα]φῆναι, {Ϲ} τοῦ[το τ]<ὸ ἐπίγραμμα ἐ>π̣οίη̣<σε>ν̣ ἐπὶ <τιμῇ> τῶν <κ>ειμένων καὶ τῆς πόλεως Σιμωνίδης. |
| vacat | |
| 4 | <Ἑλ>λάδι καὶ Μεγαρεῦσιν ἐλεύθερον ἆμαρ ἀέξ<ε>ιν |
| 5 | <ἱ>έμενοι θανάτου μοῖραν ἐδεξάμεθα, {ΜΕ} |
| τοὶ μὲν ὑπ’ Εὐβ̣οίᾳ κ<ω>παχ<έϊ>, ἔνθα κ<αλ>εῖτε | |
| {Ε} ἁγνᾶ<ς> Ἀρτέμιδος τοξοφόρ̣ου τέμενος, | |
| τοὶ δ’ ἐν ὄρ<ε>ι Μ<υ>κάλας, τοὶ δ’ ἔνπροσθε<ν> Σαλαμεῖνος | |
| 8a | [νηῶν Φοινισσῶν ἐξολέσαντες Ἄρη]· |
| 9 | τοὶ δὲ καὶ ἐν π<ε>δίῳ Βοι<ω>τ[ί]ῳ, οἵτινες ἔτλαν |
| 10 | χεῖρας ἐπ’ ἀνθ<ρ>ώπους ἱππομάχους ἱένε. |
| ἀστοὶ δὲ ἄμμι τόδε <φθιμένοις> γέρας ὀμφα<λ>ῷ ἀ<μ>φὶ {ΙΙ} | |
| Νεισέων ἔ<π>ορον λ<α>οδόκων ἀγορῶ[ν]. | |
| <μ>έχρις ἐφ’ ἡμῶν δὲ ἡ πόλις <κ>α<ὶ> ταῦρον ἐν<ή>γ<ι>ζεν. |
IG VII
53