[ ]
Megaris — Megara — after the reign of Trajan
| 1 | Ὀρρίππῳ Μεγαρῆς με δαΐφρονι τῇδε ἀρίδηλον |
| μνᾶμα θέσαν, φάμᾳ Δελφίδι πειθόμενοι· | |
| ὃς δὴ μακίστους μὲν ὅρους ἀπελύσατο πάτρᾳ | |
| πολλὰν δυσμενέων γᾶν ἀποτεμνομένων, | |
| 5 | πρᾶτος δ’ Ἑλλάνων ἐν Ὀλυμπίᾳ ἐστεφανώθη |
| γυμνός, ζωννυμέμων τῶν πρὶν ἐνὶ σταδίῳ. |