[ ] Megaris — Megara — after the reign of Trajan
1   Ὀρρίππῳ Μεγαρῆς με δαΐφρονι τῇδε ἀρίδηλον
  μνᾶμα θέσαν, φάμᾳ Δελφίδι πειθόμενοι·
ὃς δὴ μακίστους μὲν ὅρους ἀπελύσατο πάτρᾳ
πολλὰν δυσμενέων γᾶν ἀποτεμνομένων,
5 πρᾶτος δ’ Ἑλλάνων ἐν Ὀλυμπίᾳ ἐστεφανώθη
 γυμνός, ζωννυμέμων τῶν πρὶν ἐνὶ σταδίῳ.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server