[ ]
Megaris — Megara — ca. 472-494 AD
1 | ἔργον καὶ τοῦτο τοῦ μεγαλοπρεπεστάτου κόμητος Διογένους τοῦ παιδὸς |
Ἀρχελάου, ὃς τῶν Ἑλληνίδων πόλεων ὡς τῆς ἰδίας οἰκίας κηδόμενος | |
παρέσχεν καὶ τῇ Μεγαρ<έ>ων εἰς μὲν πύργων κατασκευὴν ἑκατὸν χρυσίνους, | |
πεντήκοντα δὲ καὶ ἑκατὸν ἑτέρους ∙ δισχιλίους τε καὶ διακοσίους | |
5 | πόδας μαρμάρου εἰς τὴν ἀνανέωσιν τοῦ λουτροῦ, τιμιώτερον |
οὐδὲν ἡγούμενος τοῦ τοὺς Ἕλληνας εὐεργετεῖν | |
ἀνανεοῦν τε τὰς πόλεις. ❦ |