[ ]
Megaris — Megara — ca. 472-494 AD
| 1 | ἔργον καὶ τοῦτο τοῦ μεγαλοπρεπεστάτου κόμητος Διογένους τοῦ παιδὸς |
| Ἀρχελάου, ὃς τῶν Ἑλληνίδων πόλεων ὡς τῆς ἰδίας οἰκίας κηδόμενος | |
| παρέσχεν καὶ τῇ Μεγαρ<έ>ων εἰς μὲν πύργων κατασκευὴν ἑκατὸν χρυσίνους, | |
| πεντήκοντα δὲ καὶ ἑκατὸν ἑτέρους ∙ δισχιλίους τε καὶ διακοσίους | |
| 5 | πόδας μαρμάρου εἰς τὴν ἀνανέωσιν τοῦ λουτροῦ, τιμιώτερον |
| οὐδὲν ἡγούμενος τοῦ τοὺς Ἕλληνας εὐεργετεῖν | |
| ἀνανεοῦν τε τὰς πόλεις. ❦ |