[ ] Megaris — Megara — early 3rd c. BC
1 ἐπὶ [βα]σι[λ][ος] Ἀπ[ο]λ[λ]ωνίδα, ἐγραμμά-
τευε βουλᾶι καὶ δά[μ]ωι Χρυσανθίδας
Ἀπολ[λ]οδώ[ρ]ου, ἐστρατάγουν Πυθο-
[κ]λῆ[ς] Εὐγε[ί]τα, Πα[ν]τ[α]κλῆς Νικοδάμου,
5 Στρατοπείθης Ἁ[ρ]ποκράτεος, Πασιάδας,
 Ἡρόδω[ρο]ς Δίωνος.
ἐπειδὴ Ἀρίστανδρος Θαργηλίου Ἁλι-
καρνασσεὺς εὔνους ἐὼν διατελεῖ
τῶι δάμωι τῶι Μεγαρέων καὶ χρείας
10 [π]αρέχεται τοῖς δεομένοις ἀεὶ Μεγαρέ-
ων· ἀγαθᾶι τύχαι, δεδόχθαι τᾶι βουλᾶι
καὶ τῶι δάμωι πρόξενον εἶμεγ καὶ εὐερ-
γέταν αὐτὸγ καὶ ἐκγόνους τᾶς πόλιος
τᾶς Μεγαρέω[ν· εἶναι] δὲ αὐτῶι ἀσυλίαγ
15 καὶ κατὰ γᾶγ καὶ κατὰ θάλασσαγ καὶ ἐμ
πολέμωι καὶ ἐν εἰράναι [κ]αὶ ο[ἰ]κίας ἔμπα-
σιν. τὸ δὲ δόγμα τόδε ἀγγραψάτω ὁ γραμ-
ματεὺς τοῦ δάμου εἰς στάλαν λιθίναν
καὶ ἀνθέτω εἰς τὸ Ὀλυμπιεῖον.
Search Help
Contact Us