[ ]
Megaris — Megara — early 3rd c. BC
| 1 | ἐπὶ [βα]σι[λ]έ[ος] Ἀπ[ο]λ[λ]ωνίδα, ἐγραμμά- |
| τευε βουλᾶι καὶ δά[μ]ωι Χρυσανθίδας | |
| Ἀπολ[λ]οδώ[ρ]ου, ἐστρατάγουν Πυθο- | |
| [κ]λῆ[ς] Εὐγε[ί]τα, Πα[ν]τ[α]κλῆς Νικοδάμου, | |
| 5 | Στρατοπείθης Ἁ[ρ]ποκράτεος, Πασιάδας, |
| Ἡρόδω[ρο]ς Δίωνος. | |
| ἐπειδὴ Ἀρίστανδρος Θαργηλίου Ἁλι- | |
| καρνασσεὺς εὔνους ἐὼν διατελεῖ | |
| τῶι δάμωι τῶι Μεγαρέων καὶ χρείας | |
| 10 | [π]αρέχεται τοῖς δεομένοις ἀεὶ Μεγαρέ- |
| ων· ἀγαθᾶι τύχαι, δεδόχθαι τᾶι βουλᾶι | |
| καὶ τῶι δάμωι πρόξενον εἶμεγ καὶ εὐερ- | |
| γέταν αὐτὸγ καὶ ἐκγόνους τᾶς πόλιος | |
| τᾶς Μεγαρέω[ν· εἶναι] δὲ αὐτῶι ἀσυλίαγ | |
| 15 | καὶ κατὰ γᾶγ καὶ κατὰ θάλασσαγ καὶ ἐμ |
| πολέμωι καὶ ἐν εἰράναι [κ]αὶ ο[ἰ]κίας ἔμπα- | |
| σιν. τὸ δὲ δόγμα τόδε ἀγγραψάτω ὁ γραμ- | |
| ματεὺς τοῦ δάμου εἰς στάλαν λιθίναν | |
| καὶ ἀνθέτω εἰς τὸ Ὀλυμπιεῖον. |