[ ]
Megaris — Megara — early 3rd c. BC
1 | ἐπὶ βασιλέος Πασ<ι>άδα, ἐγραμμάτευε βουλᾶι |
καὶ δάμωι Ἵππω<ν> Παγχάρεος, ἐστρατάγουν | |
Διονύσιος Πυρρίδα, Δαμέας Ματροκλέος, | |
Ἀντί<φιλο>ς <Σ>μάχου, Μνασίθεος Πασίωνος, | |
5 | Ἑρκίων Τέλητος. |
ἐπειδὴ Μένανδρος Καλλικράτεος Μεγαλο- | |
πολίτας διατελεῖ εὔνους ἐὼγ καὶ πράσσων | |
τὰ συμφέροντα τῶι δάμωι, ἐπαινέσαι τε αὐ- | |
τὸν ἀρετᾶς ἕνεκα καὶ [εὐ]νοίας, καὶ εἶμεν | |
10 | αὐτὸμ πρόξενογ καὶ εὐεργέταν τᾶς πόλιος |
τᾶς Μεγαρέωγ καὶ ἐκγόνους αὐτοῦ· εἶμεν | |
δὲ αὐτῶι ἀτέλειαγ καὶ ἀσυλίαγ καὶ κατὰ | |
γᾶγ καὶ κατὰ θάλασσαν. [ἀγ]γραψάτω δὲ | |
τόδε τὸ δόγμα ὁ γραμματεὺς τοῦ δάμου | |
15 | εἰς στάλαγ καὶ ἀνθέτω εἰς τὸ Ὀλυμπιεῖον. |