[ ] Megaris — Megara — after 306 BC
1 ἐπὶ βασιλέος Ἀπολλοδώρου τοῦ Εὐ<φ>ρονίου, γραμματεύοντος
βουλᾶι καὶ δάμωι Δαμέα Δαμοτέλεος,                  ἐστρατάγουν
Δαμοτέλης Δαμέα, Φωκῖνος Εὐάλκου, Ἀριστότιμος Μενε-
κράτεος, Θέδωρος Παγχάρεος, Πρόθυμος Ζεύξιος, Τίμων Ἀγά-
5 θωνος. ἐπειδὴ Ἀγάθων Ἀρχίου [Ἀ]ργ[ε]ῖος εὔνους καὶ χρήσι-
μος ἐὼν διατελεῖ τῶι δάμωι, ἀγαθᾶι τύχαι, δεδόχθαι τᾶι
βουλᾶι καὶ τῶι δάμωι, ἐπαινέσαι τε αὐτὸν ἀρετᾶς ἕνεκα
καὶ εὐνοίας, καὶ εἶμεν αὐτὸν καὶ ἐκγόνους προξένους
καὶ εὐεργέτας τᾶς πόλιος, καὶ εἶμεν αὐτῶι γᾶς καὶ
10 οἰκίας ἐ[π]α[ρ]χὰγ καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσι, οἷς
ἁ πόλις τίθητι, καὶ ἀτέλειαγ καὶ ἀσυλίαν ἐμ̣ πολέ-
μωι καὶ εἰράναι καὶ κατὰ γᾶγ καὶ κατὰ θάλασσαν.
ἀγγράψαι δὲ τόδε τὸ δόγμα τὸγ γραμματέα τοῦ δάμου
εἰς στάλαν καὶ ἀνθέμεν εἰς τὸ Ὀλυμπιεῖον, [ὅπως φα]-
15 νερὸν ἦι ὅτι ὁ δάμος ὁ Μεγαρέων [τι]μῇ τοὺς [ε][νους]
καὶ χρησίμους αὑτῶι.
Search Help