[ ]
Gallia Lugdunensis — Augustodunum (Autun) — late 2nd-4th c. AD — EG 487 IV(1)
See also:
| 1 | Ἰχθύος ∙ ο[ὐρανίου θε]ῖον ∙ γένος ∙ ἤτορι σεμνῷ |
| χρῆσε. λαβὼ[ν πηγὴ]ν ἄμβροτον ἐν βροτέοις | |
| θεσπεσίων ὑδάτ[ω]ν, τὴν σήν, φίλε, θάλπεο ψυχ[ὴν] | |
| ὕδασιν ἀενάοις πλουτοδότου σοφίης. | |
| 5 | σωτῆρος ἁγίων μελιηδέα λάμβαν[ε βρῶσιν], |
| ἔσθιε πινάων, Ἰχθὺν ἔχων παλάμαις. | |
| Ἰχθῦ ἰχθ[ύ]β[ο]τ’, ἄρα Λιλαιώ, δέσποτα σῶτερ, | |
| εὖ εὕδοι μήτηρ, σὲ λιτάζομε, φῶς τὸ θανόντων. | |
| Ἀσχάνδιε [πά]τερ, τὠμῷ κε[χα]ρισμένε θυμῷ, | |
| 10 | σὺν μ[ητρὶ ⏕ – κἀδελφει]οῖσιν ἐμοῖσιν |
| ι[⏕ – ⏕ – ⏕] μνήσεο Πεκτορίοιο. |