[ ] Italia (Campania) — Sinuessa (Mondragone, Bagni di S. Rocco) — 1st c. AD?
1               Ἰουνίωρος.
ἀκταῖς τὴν ὅμορον Σινυητίσιν Ἀφρογένειαν,
ξεῖνε, πάλιν πελάγους βλέψον ἀνερχομένην·
ναοί μοι στίλβουσιν ὑπ’ ᾐόνος, ἥν ποτε κόλποις
5 Δρούσου καὶ γαμετῆς θρέψεν ἄθυρμα δόμος.
ἐκ δὲ τρόπων πειθώ τε καὶ εἵμερον ἔσπασε κείνης
πᾶς τόπος, εἰς ἱλαρὴν ἄρτιο[ς] εὐφροσύνην·
Βάκχου γὰρ κλισίαις με συνέστιον ἐστεφάνωσεν,
εἰς ἐμὲ τὸν κυλίκων ὄνκον ἐφελκομένη.
10 πηγαὶ δ’ αὖ περὶ πέζαν ἀναβλύζουσι λοετρῶν,
παῖς ἐμὸς ἃς καίει σὺν πυρὶ νηχόμενος.
μή με μάτην, ξεῖνοι, παροδεύετε γειτνιόωσαν
πόντῳ καὶ Νύμφαις Κύπριδα καὶ Βρομίωι.
Search Help
Contact Us