[ ]
Italia (Campania) — Sinuessa (Mondragone, Bagni di S. Rocco) — 1st c. AD?
| 1 | Ἰουνίωρος. |
| ἀκταῖς τὴν ὅμορον Σινυητίσιν Ἀφρογένειαν, | |
| ξεῖνε, πάλιν πελάγους βλέψον ἀνερχομένην· | |
| ναοί μοι στίλβουσιν ὑπ’ ᾐόνος, ἥν ποτε κόλποις | |
| 5 | Δρούσου καὶ γαμετῆς θρέψεν ἄθυρμα δόμος. |
| ἐκ δὲ τρόπων πειθώ τε καὶ εἵμερον ἔσπασε κείνης | |
| πᾶς τόπος, εἰς ἱλαρὴν ἄρτιο[ς] εὐφροσύνην· | |
| Βάκχου γὰρ κλισίαις με συνέστιον ἐστεφάνωσεν, | |
| εἰς ἐμὲ τὸν κυλίκων ὄνκον ἐφελκομένη. | |
| 10 | πηγαὶ δ’ αὖ περὶ πέζαν ἀναβλύζουσι λοετρῶν, |
| παῖς ἐμὸς ἃς καίει σὺν πυρὶ νηχόμενος. | |
| μή με μάτην, ξεῖνοι, παροδεύετε γειτνιόωσαν | |
| πόντῳ καὶ Νύμφαις Κύπριδα καὶ Βρομίωι. |