[ ] Italia (Magna Graecia) — Herakleia (Policoro): Acinapura — cf. p. 688, Add. et Corr.
I.1   ἔφορος Ἀρίσταρχος ℎηρακλείδα· μὴς
  Ἀπελλαῖος· ℎα πόλις καὶ τοὶ ὀρισταί·
ϝε τρίπους Φιλώνυμος Ζωπυρίσκω,
πε καρυκεῖον Ἀπολλώνιος ℎηρακλήτω,
5 αι πέλτα Δάζιμος Πύρρω, κν θρῖναξ
  Φιλώτας ℎιστιείω, με ἐπιστύλιον
  ℎηρακλείδας Ζωπύρω Διονύσωι.
  ἀνέγραψαν τοὶ ὀρισταὶ τοὶ ℎαιρεθέντες ἐπὶ τὼς χώρως τὼς ℎιαρὼς τὼς τῶ Διονύσω
  Φιλώνυμος Ζωπυρίσκω, Ἀπολλώνιος ℎηρακλήτω, Δάζιμος Πύρρω, Φιλώτας ℎιστιείω,
10   ℎηρακλείδας Ζωπύρω, καθ’ ἃ <ὠρ>ίξαν καὶ ἐτερμάξαν καὶ συνεμετρήσαν καὶ ἐμερί-
  ξαν τῶν ℎηρακλείων δια<γ>νόντων ἐν κατακλήτωι ἀλίαι. συνεμετρήσαμες δὲ ἀρξαμέ-
  νοι ἀπὸ τῶ ἀντόμω τῶ ℎυπὲρ Πανδοσίας ἄγοντος τῶ διατάμνοντος τώς τε ℎιαρὼς χώ-
  ρως καὶ τὰν ϝιδίαν γᾶν ἐπὶ τὸν ἄντομον τὸν ὀρίζοντα τώς τε τῶ Διονύσω χώρως καὶ
  τὸν Κωνέας ℎο Δίωνος ἐπαμώχη. κατετάμομες δὲ μερίδας τετόρας·
15   τὰν μὲν πράταν μερίδα ἀπὸ τῶ ἀντόμω τῶ πὰρ τὰ ℎηρώιδεια ἄγοντος
  εὖρος ποτὶ τὰν τριακοντάπεδον τὰν διὰ τῶν ℎιαρῶν χώρων ἄγωσαν,
  μᾶκος δὲ ἄνωθα ἀπὸ τᾶν ἀποροᾶν ἄχρι ἐς ποταμὸν τὸν Ἄκιριν, καὶ
  ἐγένοντο μετριωμέναι ἐν ταύται τᾶι μερείαι ἐρρηγείας μὲν δι-
  ακατίαι μία σχοίνοι, σκίρω δὲ καὶ ἀρρήκτω καὶ δρυμῶ ϝεξακατίαι
20   τετρώκοντα ϝὲξ σχοίνοι ℎημίσχοινον· τὰν δὲ δευτέραν μερίδα εὖρος ἀπὸ
  τᾶς τριακονταπέδω ἐπὶ τὸν ἄντομον τὸν πρᾶτον, μᾶκος δὲ ἀπὸ τᾶν
  ἀποροᾶν ἄχρι ἐς ποταμόν, καὶ ἐγένοντο μετριωμέναι ἐν ταύται τᾶι με-
  ρείαι ἐρρηγείας μὲν διακατίαι ℎεβδεμήκοντα τρῖς σχοίνοι, σκίρω δὲ
  καὶ ἀρρήκτω καὶ δρυμῶ πεντακατίαι σχοίνοι.
25   τὰν δὲ τρίταν μερίδα εὖρος ἀπὸ τῶ ἀντόμω τῶ πράτω τῶ πὰρ τὰν τρι-
  ακοντάπεδον ἄγοντος ἐπὶ τὸν ἄντομον τὸν δεύτερον ἀπὸ τᾶς τρια-
  κονταπέδω μᾶκος ἀπὸ τᾶν ἀποροᾶν ἄχρι ἐς ποταμὸν καὶ ἐγέ-
  νοντο μετριωμέναι ἐν ταύται τᾶι μερείαι ἐρρηγείας μὲν τριακατίαι
  δέκα δύο σχοίνοι ℎημίσχοινον, σκίρω δὲ καὶ ἀρρήκτω καὶ δρυμῶ πεντα-
30   κατίαι τριάκοντα ℎεπτὰ ℎημίσχοινον. τὰν δὲ τετάρταν μερίδα εὖρος ἀπὸ
  τῶ ἀντόμω τῶ δευτέρω ἀπὸ τᾶς τριακονταπέδω ἐπὶ τὸν ἄντομον τὸν
  ὀρίζοντα τάν τε ℎιαρὰν καὶ τὰν ϝιδίαν γᾶν, μᾶκος δὲ ἀπὸ τᾶν ἀποροᾶν
  ἄχρι ἐς ποταμόν, καὶ ἐγένοντο μετριωμέναι ἐν ταύται τᾶι μερείαι ἐρρη-
  γείας μὲν τριακατίαι ℎοκτὼ σχοίνοι ℎημίσχοινον, σκίρω δὲ καὶ ἀρρήκτω
35   καὶ δρυμῶ πεντακατίαι τετρώκοντα μία ℎημίσχοινον.
  κεφαλὰ πάσας ἐρρηγείας χιλίαι ℎενενήκοντα πέντε σχοίνοι, σκί-
  ρω δὲ καὶ ἀρρήκτω καὶ δρυμῶ δισχιλίαι διακατίαι ϝίκατι πέντε·
  τὰν δὲ νᾶσον τὰν ποτιγεγενημέναν ἐς τὰν ἄρρηκτον γᾶν συνεμε-
  τρήσαμες. ἀπὸ ταύτας τᾶς γᾶς ἀπολώλη ἐρρηγείας μὲν τριακατίαι
40   τρῖς σχοίνοι ℎημίσχοινον, σκίρω δὲ καὶ ἀρρήκτω καὶ δρυμῶ τετρα-
  κοσίαι τριάκοντα πέντα σχοίνοι, ἐμμὲν τᾶι πράται μερείαι τᾶι
  πὰρ τὰ ℎηρώιδεια ἐρρηγείας μὲν ℎεβδεμήκοντα ϝὲξ σχοίνοι, σκί-
  ρω δὲ καὶ ἀρρήκτω καὶ δρυμῶ ℎεκατὸν ℎογδοήκοντα πέντε σχοί-
  νοι, ἐν δὲ τᾶι τετάρται μερείαι τᾶι πὰρ τὰ Φιντία ἐρρηγείας μὲν
45   διακατίαι ϝίκατι ℎεπτὰ σχοίνοι ℎημίσχοινον, σκίρω δὲ καὶ ἀρρή-
  κτω καὶ δρυμῶ διακατίαι πεντήκοντα σχοίνοι. κεφαλὰ πά-
  σας γᾶς ℎᾶς κατεσώισαμες τῶι Διονύσωι ℎεπτακατίαι τριά-
  κοντα ℎοκτὼ σχοίνοι ℎημίσχοινον· ταύταν τὰν γᾶν κατεσώισα-
  μες ἐγδικαξαμένοι δίκας τριακοσταίας τοῖς τὰν ℎιαρὰν γᾶν ϝι-
50   δίαν ποϊόντασσιν. ℎαύτα ἐμισθώθη <ℎ>α γᾶ κατὰ βίω [ὅσσα]ν ℎ[α]-
  μὲς κατεσώισαμες τριακατίων μεδίμνων τὸ ϝέτος ℎέκαστον,
  ℎα δὲ πᾶσα γᾶ ℎα τῶ Διονύσω τετρακατίων δέκα μεδίμνων, κάδ-
  διχος τὸ ϝέτος ℎέκαστον. ἐστάσαμες δὲ καὶ ὄρως ἐπὶ μὲν τᾶς
  πλευριάδος ἄνω ℎένα μὲν ἐπὶ τῶ ἀντόμω τῶ πὰρ Πανδοσίαν
55   τῶ πὰρ τὰ ℎηρώιδεια τῶ ὀρίζοντος τάν τε ℎιαρὰν γᾶν καὶ τὰν ϝιδίαν,
  ἀνχωριξάντες ἀπὸ τᾶν ἀποροᾶν ἐς τὰν ϝιδίαν γᾶν, ℎως μὴ καταλυ-
  μακωθὴς ἀδηλωθείη καθὼς τοὶ ἔμπροσθα ὄροι, ἄλλον δὲ ἐπὶ τῶ ἀν-
  τόμω τῶ πὰρ τὰ Φιντία ἄγοντος ἐστάσαμες πὰρ τὰν βυβλίαν καὶ
  τὰν διώρυγα, ἀνχωριξάντες ℎωσαύτως ἐς τὰν ϝιδίαν γᾶν {ταν}· ἄλ-
60   λως δὲ ἀντόρως τούτοις ἐστάσαμες ἐπὶ τᾶς ἀμαξιτῶ τᾶς διὰ τῶ χα-
  ράδεος ἀγώσας τᾶς πὰρ τὸν δρυμόν, τὰς μὲν στάλας ἐς τὰν ℎιαρὰν
  γᾶν, τὼς δὲ ἀντόρως ἐς τὰν ϝιδίαν γᾶν, καταλιπόντες ϝικατίπεδον
  ἄντομον· ἐστάσαμες δὲ καὶ μεσσόρως δύο μὲν ἐπὶ τᾶς ℎοδῶ τᾶς
  ἀγώσας ἔκ τε πόλιος καὶ ἐκ Πανδοσίας διὰ τῶν ℎιαρῶν χώρων, δύο
65   δὲ ἐν ταῖς ℎακροσκιρίαις· τούτως πάντας ἂν εὐθυωρείαν ℎομολό-
  γως ἀλλάλοις, τὼς μὲν ἐς τὸ ℎιαρὸν πλάγος τῶ ἀντόμω ἐπιγε-
  γραμμένως ℎιαρὼς Διονύσω χώρων, τὼς δὲ ἐν τᾶι ϝιδίαι γᾶι ἐπι-
γεγραμμένως ἀντόρως. ℎωσαύτως δὲ καὶ ἐπὶ τῶ ἀντόμω τῶ
  πὰρ τὰ Φιντία ἄγοντος ἐστάσαμες μεσσόρως, δύο μὲν ἐπὶ
70   τᾶς ℎοδῶ τᾶς ἐκ πόλιος καὶ ἐκ Πανδοσίας ἀγώσας διὰ τῶν
  ℎιαρῶν χώρων, δύο δὲ ἐπὶ τᾶν ℎακροσκιριᾶν πὰρ τὰς τυρείας·
  τούτως πάντας ℎομολόγως ἂν εὐθυωρείαν τοῖς ἐπὶ τᾶς ℎοδῶ
  τᾶς διὰ τῶ χαράδεος ἀγώσας πὰρ τὸν δρυμόν, τὼς μὲν ἐς τὸ ℎιαρὸν
  πλάγος ἐπιγεγραμμένως ℎιαρὼς Διονύσω χώρων, τὼς δὲ ἐς τὰν ϝιδί-
75   αν γᾶν ἐπιγεγραμμένως ἀντόρως ἀπεχόντας ἀπ’ ἀλλάλων ℎως ἦ-
  μεν ϝικατίπεδον ἄντομον· ἐπὶ δὲ τᾶς τριακονταπέδω τᾶς διὰ τῶν ℎι-
  αρῶν χώρων ἀγώσας ἐπὶ μὲν τᾶς πλευριάδος ἄνω δύο ἀπέχοντας ἀπ’ ἀλ-
  λάλων τριάκοντα πόδας, ἄλλως δὲ ἀντόρως τούτοις ἐπάξαμες πὰρ
  τὰν ℎοδὸν τὰν πὰρ τὸν δρυμὸν ἄγωσαν δύο ἀπεχόντας ἀπ’ ἀλλάλων
80   τριάκοντα πόδας· ἐν δὲ μέσσωι τῶι χώρωι ἐπὶ τᾶς τριακονταπέδω τε-
  τόρας ἀπεχόντας ἀπ’ ἀλλάλων ℎᾶι μὲν τριάκοντα πόδας, ℎᾶι δὲ ϝίκα-
  τι· ἐπὶ δὲ τῶ ἀντόμω τῶ πὰρ τὰν τριακοντάπεδον δύο ἀπεχόντας ἀπ’ ἀλ-
  λάλων ϝίκατι πόδας, καὶ ἄλλως ἐπὶ τῶ δευτέρω ἀντόμω ἀπεχόντας
  ἀπ’ ἀλλάλων ϝίκατι πόδας· τούτως πάντας ἀνεπιγρόφως ὀριζόντας
85   τὰς μερείας τὰς ποτ’ ἀλλάλως τοῖς μεμισθωμένοις τὼς ℎιαρὼς χώ-
  ρως. τὼς δὲ πάντας χώρως τὼς τῶ Διονύσω τερμάζοντι τοὶ {τε} ἀντόμοι
  ℎό τε πὰρ τὰ ℎηρώιδεια ἄγων καὶ ℎο πὰρ τὰ Φιντία ἀπὸ τᾶν ἀποροᾶν ἄνω-
  θα ἄχρι ἐς ποταμὸν τὸν Ἄκιριν. ἀριθμὸς ὄρων τῶν ἐστάσαμες τῶν μὲν
  ἐπὶ τῶ ἀντόμω τῶ πὰρ τὰ ℎηρώιδεια ℎεπτὰ σὺν τῶι ἐπὶ τᾶς πλευριάδος,
90   ἐπὶ δὲ τᾶς τριακονταπέδω ℎοκτὼ σὺν τῶι τετρώ{ι}ρωι {²⁶τετρώρωι}²⁶ ἐπὶ δὲ τῶ ἀντόμω
  τῶ τε πὰρ τὰν τριακοντάπεδον καὶ τῶ ἐχομένω δύο ἐφ’ ἑκατέρω, ἐπὶ δὲ τῶ
  πὰρ τὰ Φιντία ℎεπτὰ σὺν τῶι πὰρ τὰν βυβλίναν μασχάλαν καὶ πὰρ τὰν δι-
  ώρυγα.
            συνθήκα Διονύσω χώρων.
95   ἐπὶ ἐφόρω Ἀριστίωνος, μηνὸς Ἀπελλαίω, ℎα πόλις καὶ τοὶ πολιανόμοι ασ βότρυς Τίμαρ-
  χος Νίκωνος, ϝε ἄνθεμον Ἀπολλώνιος Ἀπολλωνίω καὶ τοὶ ὀρισταὶ ϝε τρίπους Φιλώνυ-
  μος Ζωπυρίσκω, πε καρυκεῖον Ἀπολλώνιος ℎηρακλήτω, αι πέλτα Δάζιμος Πύρρω,
κν θρῖναξ Φιλώτας ℎιστιείω, με ἐπιστύλιον ℎηρακλείδας Ζωπύρω μισθῶντι τὼς ℎι-
  αρὼς χώρως τὼς τῶ Διονύσω ἐχόντας ℎως ἔχοντι κατὰ βίω, καθὰ τοὶ ℎηρακλείοι διέ-
100   γνον· τοὶ δὲ μισθωσαμένοι καρπευσόνται τὸν ἀεὶ χρόνον, ℎᾶς κα πρωγγύως ποτάγων-
  τι καὶ τὸ μίσθωμα ἀποδιδῶντι πὰρ ϝέτος ἀεὶ Πανάμω μηνὸς προτερείαι· καὶ <αἴ> κ’ ἔμπροσθα
  ἀποδίνωντι, ἀπαξόντι ἐς τὸν δαμόσιον ῥογὸν καὶ παρμετρησόντι τοῖς σιταγέρταις τοῖς
  ἐπὶ τῶν ϝετέων τῶι δαμοσίωι χοὶ μεστὼς τὼς χοῦς κριθᾶς κοθαρᾶς δοκίμας, ℎοίας κα ℎα γᾶ
  φέρει· ποταξόντι δὲ πρωγγύως τοῖς πολιανόμοις τοῖς ἀεὶ ἐπὶ τῶν ϝετέων ἔντασσιν πὰρ
105   πενταℎετηρίδα ℎώς κα ἐθέλοντες τοὶ πολιανόμοι δεκώνται, καὶ αἴ τινί κα ἄλλωι
  παρδῶντι τὰν γᾶν, ℎάν κα αὐτοὶ μεμισθωσώνται, ἢ ἀρτύσωντι ἢ ἀποδώνται τὰν ἐ-
  πικαρπίαν, ἂν αὐτὰ τὰ παρℎεξόνται πρωγγύως ℎοι παρλαβόντες ἢ ℎοῖς κ’ ἀρτύσει ἢ ℎοι πρι-
  αμένοι τὰν ἐπικαρπίαν, ἂν ℎὰ καὶ ℎο ἐξ ἀρχᾶς μεμισθωμένος· ℎόστις δὲ κα μὴ ποτάγει πρωγγύ-
  ως ἢ μὴ τὸ μίσθωμα ἀποδιδῶι κὰτ τὰ γεγραμμένα, τό τε μίσθωμα διπλεῖ ἀποτεισεῖ τὸ ἐπὶ τῶ ϝέ-
110   τεος καὶ τὸ ἀμπώλημα τοῖς τε πολιανόμοις καὶ τοῖς σιταγέρταις τοῖς ἀεὶ ἐπὶ τῶ ϝέτεος, ℎόσσωι κα
  μείονος ἀμμισθωθῆ πὰρ πέντε ϝέτη τὰ πρᾶτα, ℎότι κα τελέθει ψαφισθὲν ℎάμα πᾶν τῶι πράτωι
  μισθώματι καὶ τὰ ἐν τᾶι γᾶι πεφυτευμένα καὶ οἰκοδομημένα πάντα τᾶς πόλιος ἐσσόνται. ἐργαξόν-
  ται δὲ κὰτ τάδε· ℎο μὲν τὸν πρᾶτον χῶρον μισθωσάμενος τὸν πὰρ τὸν ἄντομον τὸν ℎυπὲρ Πανδοσί-
  ας ἄγοντα τὸν πὰρ τὰ ℎηρώιδα ἄχρι τᾶς τριακονταπέδω ἀμπέλων μὲν φυτευσεῖ μὴ μεῖον ἢ δέκα
115   σχοίνως, ἐλαιᾶν δὲ φυτὰ ἐμβαλεῖ ἐς τὰν σχοῖνον ℎεκάσταν μὴ μεῖον ἢ τετόρας ἐς τὰν
  δυνατὰν γᾶν ἐλαίας ἔχεν· αἰ δέ κα μὴ φᾶντι τοὶ μεμισθωμένοι δυνατὰν ἦμεν ἐλαίας ἔ-
  χεν, τοὶ πολιανόμοι τοὶ ἀεὶ ἐπὶ τῶν ϝετέων ἔντες καὶ αἴ τινάς κα ἄλλως τοὶ πολιανόμοι ποθε-
  λώνται ἀπὸ τῶ δάμω, ὀμοσάντες δοκιμαξόντι καὶ ἀνανγελίοντι ἐν ἀλίαι θασαμένοι τὰν
  γᾶν πὸτ τὰν τῶν ἐπιχωρίων· ἐπιμελησόνται δὲ καὶ τῶν ℎυπαρχόντων δενδρέων· αἰ δέ τινά κα
120   γήραι ἢ ἀνέμωι ἐκπέτωντι, αὐτοὶ ℎεξόντι· ταῦτα δὲ πάντα πεφυτευμένα παρℎεξόντι καὶ ἐνδε-
  διωκότα ℎόσσα ἐν τᾶι συνθήκαι γεγραψάται ἐν τῶι πέμπτωι καὶ δεκάτωι ϝέτει ἀπὸ τῶ ποτεχεῖ ϝέ-
  τεος ἢ Ἀριστίων ἐφορεύει· αἰ δέ κα μὴ πεφυτεύκωντι κὰτ τὰ γεγραμμένα, κατεδικάσθεν πὰρ μὲν τὰν
  ἐλαίαν δέκα νόμως ἀργυρίω πὰρ τὸ φυτὸν ℎέκαστον, πὰρ δὲ τὰς ἀμπέλως δύο μνᾶς ἀργυρίω πὰρ τὰν
  σχοῖνον ℎεκάσταν· τὼς δὲ πολιανόμως τὼς ἐπὶ τῶ ϝέτεος ποθελομένως μετ’ αὐτὸς αὐτῶν ἀπὸ τῶ
125   δάμω μὴ μεῖον ἢ δέκα ἄνδρας ἀμφιστάσθαι, ἤ κα πεφυτεύκωντι πάντα κὰτ τὰν συνθήκαν,
  καὶ τὼς πεφυτευκότας ἀνγράψαι ἐς δόγμα, ἀνγράφεν δὲ ℎόσσα κα πεφυτεύκωντι, ἂν αὐτὰ δὲ τὰ
  καὶ εἴ τινές κα μὴ πεφυτεύκωντι κὰτ τὰν συνθήκαν, ἀνγραψάντω καὶ ἐπελάσθω τὰ ἐπιζάμι-
  α τὰ γεγραμμένα πὸτ τῶι ἄλλωι μισθώματι· αἰ δέ τίς κα ἐπιβῆι ἢ νέμει ἢ φέρει τι τῶν ἐν τᾶι ℎιαρᾶι
  γᾶι ἢ τῶν δενδρέων τι κόπτηι ἢ θραύηι ἢ πριῶι ἢ ἄλλο τι σινήται, ℎο μεμισθωμένος ἐγδικαξή-
130   ται ℎως πολίστων, καὶ ℎότι κα λάβει αὐτὸς ℎεξεῖ. τὰς δὲ τράφως τὰς διὰ τῶν χώρων ῥεώσας καὶ
  τὼς ῥόως οὐ κατασκαψόντι οὐδὲ διασκαψόντι τῶι ℎύδατι οὐδὲ ἐφερξόντι τὸ ℎύδωρ οὐδ’ ἀφερξόν-
  τι, ἀνκοθαρίοντι δὲ ℎοσσάκις κα δεώνται τὰ πὰρ τὰ αὐτῶν χωρία ῥέοντα οὐδὲ τὰς ℎοδὼς τὰς ἀπο-
  δεδειγμένας ἀρασόντι οὐδὲ συνℎερξόντι οὐδὲ κωλυσόντι πορεύεσθαι· ℎότι δέ κα τούτων τι ποΐ-
  ωντι πὰρ τὰν συνθήκαν, τοὶ πολιανόμοι τοὶ ἀὲς ἐπὶ τῶ ϝέτεος ἐπικαταβα<λί>οντι καὶ ζαμιωσόντι
135   ἄχρι ℎῶ κα ἀφομοιώσωντι κὰτ τὰν συνθήκαν· οὐ κοψεῖ δὲ τῶν δενδρέων οὐδὲ θραυσεῖ οὐδὲ πριωσεῖ
  οὐδὲ ℎῆς οὐδὲ ℎὲν οὐδὲ ἄλλος τήνωι, οὐδὲ γαιῶνας θησεῖ πὰρ τὼς ℎυπαρχόντας οὐδὲ σαρμευσεῖ,
  αἰ μὴ ℎόσσα κα ἐν αὐτᾶι τᾶι γᾶι ℎᾶι μεμισθώται οἰκοδομήται, οὐδὲ τοφιώνας ἐν τᾶι ℎιαρᾶι γᾶι ποιησεῖ
  οὐδὲ ἄλλον ἐασεῖ· αἰ δὲ μή, ℎυπόλογος ἐσσήται ℎως τὰν ℎιαρὰν γᾶν ἀδικίων. οἰκοδομησήται δὲ καὶ οἰ-
  κίαν ἐν τοῖς χώροις τούτοις, βοῶνα, μυχόν, ἀχύριον· τὸν μὲν βοῶνα τὸ μὲν μᾶκος ϝίκατι καὶ δυῶν πο-
140   δῶν, τὸ δὲ εὖρος ℎοκτὼ καὶ δέκα ποδῶν, τὸν δὲ ἀχύριον μὴ μεῖον τὸ μὲν μᾶκος ℎοκτὼ καὶ δέκα ποδῶν,
  τὸ δὲ εὖρος πέντε καὶ δέκα ποδῶν, τὸν δὲ μυχὸν πέντε καὶ δέκα ποδῶν παντᾶι· ταῦτα δὲ παρεξόντι οἰκο-
  δομημένα καὶ στεγόμενα καὶ τεθυρωμένα ἐν τοῖς χρόνοις ἐν ℎοῖς καὶ τὰ δένδρεα δεῖ πεφυτευκῆμεν· αἰ
  δὲ μή, κατεδικάσθεν πὰρ μὲν τὸν βοῶνα ϝὲξ μνᾶς ἀργυρίω, πὰρ δὲ τὸν ἀχύριον τετόρας μνᾶς ἀργυρίω,
  πὰρ δὲ τὸν μυχὸν τρῖς μνᾶς ἀργυρίω· τῶν δὲ ξύλων τῶν ἐν τοῖς δρυμοῖς οὐδὲ τῶν ἐν τοῖς σκίροις οὐ πωλη-
145   σόντι οὐδὲ κοψόντι οὐδὲ ἐμπρησόντι οὐδὲ ἄλλον ἐασόντι· αἰ δὲ μή, ℎυπόλογοι ἐσσόνται κὰτ τὰς ῥήτρας
  καὶ κὰτ τὰν συνθήκαν. ἐς δὲ τὰ ἐποίκια χρησόνται ξύλοις ἐς τὰν οἰκοδομὰν ℎοῖς κα δηλώνται καὶ ἐς τὰς
  ἀμπέλως· τῶν δὲ ξηρῶν κοψόντι ℎόσσα αὐτοῖς ποτ’ οἰκίαν ἐς χρείαν, τοῖς δὲ σκίροις καὶ τοῖς δρυμοῖς χρη-
  σόνται τοὶ μισθωσαμένοι ἂν τὰν αὐτῶ μερίδα ℎέκαστος· ℎόσσαι δέ κα τᾶν ἀμπέλων ἢ τῶν δενδρέων ἀπο-
  γηράσωντι, ἀποκαταστασόντι τοὶ καρπιζομένοι, ℎως ἦμεν τὸν ἴσον ἀριθμὸν ἀεί· οὐχ ὑπογραψόνται
150   δὲ τὼς χώρως τούτως ℎοι μισθωσαμένοι οὐδὲ τίμαμα ℎοισόντι οὔτε τῶν χώρων οὔτε τᾶς ἐπιοικοδο-
  μᾶς· αἰ δὲ μή, ℎυπόλογος ἐσσήται κὰτ τὰς ῥήτρας. αἰ δέ τίς κα τῶν καρπιζομένων ἄτεκνος ἄφωνος ἀπο-
  θάνει, τᾶς πόλιος πᾶσαν τὰν ἐπικαρπίαν ἦμεν· αἰ δέ χ’ ὑπὸ πολέμω ἐγϝηληθίωντι, ℎώστε μὴ ἐξῆμεν
  τὼς μεμισθωμένως καρπεύεσθαι, ἀνℎεῶσθαι τὰν μίσθωσιν καθά κα τοὶ ℎηρακλεῖοι διαγνῶντι καὶ μὴ
  ἦμεν ℎυπολόγως μήτε αὐτὼς μήτε τὼς πρωγγύως τῶν ἐν τᾶι συνθήκαι γεγραμμένων. τὼς δὲ πρωγγύ-
155   ως τὼς ἀεὶ γενομένως πεπρωγγυευκῆμεν τῶν τε μισθωμάτων καὶ τῶν ἐπιζαμιωμάτων καὶ τῶν ἀμ-
  πωλημάτων καὶ τᾶν καταδικᾶν καὶ αὐτὼς καὶ τὰ χρήματα ℎά κα ἐπιμαρτυρήσωντι, καὶ μὴ ἦμεν μήτε ℎάρ-
  νησιν μήτε παλινδικίαν μηδὲ κατ’ ἄλλον μηδὲ ℎένα τρόπον τᾶι πόλι πράγματα παρέχεν μηδὲ τοῖς ℎυ-
  πὲρ τᾶς πόλιος πρασσόντασσι· αἰ δὲ μή, ἀτελὲς ἦμεν. δεύτερος. ℎο δὲ τὸν δεύτερον <χῶρον> μισθωσάμενος
  καρπευσήται ἀπὸ τᾶς τριακονταπέδω τᾶς διὰ τῶν τετρώρων ἀγώσας ἐπὶ τὸν ἄντομον τὸν πρᾶτον ℎόσ-
160   σος κ’ εἶ καὶ πραξεῖ πάντα κὰτ τὰν συνθήκαν καὶ ℎυπόλογος ἐσσήται καὶ αὐτὸς καὶ τοὶ πρωγγύοι, ℎότι κα
  μὴ πράξει κὰτ τὰν συνθήκαν. τρίτος. ℎο δὲ τὸν τρίτον χῶρον μισθωσάμενος καρπευσῆται ἀπὸ τῶ ἀν-
  τόμω τῶ ἀνώτερον τᾶς τριακονταπέδω πὸτ τὸν ἄντομον τὸν δεύτερον ἀπὸ τᾶς τριακονταπέδω καὶ
  πραξεῖ πάντα κὰτ τὰν συνθήκαν καὶ ℎυπόλογος ἐσσῆται καὶ αὐτὸς καὶ τοὶ πρώγγυοι, ℎότι κα μὴ πρά-
  ξει κὰτ τὰν συνθήκαν. τέταρτος. ℎο δὲ τὸν τέταρτον χῶρον μισθωσάμενος πάρ τε τῶν πολιανό-
165   μων τῶν ἐπὶ Ἀριστίωνος ἐφόρω καὶ τῶν ὀριστᾶν καὶ πὰρ τῶν πολιανόμων τῶν ἐπὶ Ἀριστάρχω τῶ ℎηρα-
  κλείδα ἐφόρω ℎα ἄνθεμα Φιλωνύμω τῶ Φιλωνύμω, ℎα ἔμβολος ℎηρακλείδα τῶ Τιμοκράτιος καρπευ-
  σήται ἀπὸ τῶ ἀντόμω τῶ τρίτω ἀπὸ τᾶς τριακονταπέδω ἐπὶ τὸν ἄντομον τὸν ὀρίζοντα τώς τε τῶ Διο-
  νύσω χώρως καὶ τὰ Φιντίας ℎο Κρατίνω παμωχεῖ. ℎο δὲ ἀνℎελόμενος ἐργαξήται τὰ μὲν ἄλλα κὰτ τὰν
  συνθήκαν, καθὼς καὶ τὼς λοιπὼς γεγράπται· τὰς δὲ ἀμπέλως τὰς ℎυπαρχώσας ἐργαξήται ℎως βέλτι-
170   στα· ℎόσσαι δέ κα τᾶν ἀμπέλων ἀπογηράσκωντι ποτιφυτευσεῖ, ℎώστε ἀεὶ ℎυπάρχεν τὸν ἴσον ἀριθμὸν τᾶν
  σχοίνων τὸν νῦν ℎυπάρχοντα, ϝίκατι τετόρας σχοίνως· αἰ δὲ μή, προκαδδεδικάσθω δύο μνᾶς ἀργυρίω
  πὰρ τὰν σχοῖνον ℎεκάσταν· τὰς δὲ ἐλαίας καὶ τὰς συκίας καὶ τὰ ἄλλα δένδρεα τὰ ℎήμερα τὰ ℎυπάρχον-
  τα πάντα ἐν τᾶι μερίδι ταύται περισκαψεῖ καὶ ποτισκαψεῖ καὶ περικοψεῖ τὰ δεόμενα, καὶ αἴ τινά κα γήραι ἢ
  ἀνέμωι ἐκπέτωντι, ἀποκαταστασεῖ μὴ μείω τὸν ἀριθμὸν τῶν ℎυπαρχόντων· ποτιφυτευσεῖ δὲ καὶ ἐλαίας
175   ἐν τᾶι ψιλᾶι ℎομολόγως ποίων τοῖς ℎυπαρχόντασσι δενδρέοις καὶ τὸν ἀριθμὸν τὸν ℎίσον, καθὼς καὶ ἐν τᾶι
  ἄλλαι συνθήκαι γεγράπται. ℎότι δέ κα μὴ πράξει ℎο ἀνℎελόμενος κὰτ τὰν συνθήκαν ἢ μὴ ἐν τοῖς χρό-
  νοις τοῖς γεγραμμένοις, ℎυπόλογος ἐσσήται τοῖς πολιανόμοις καὶ τοῖς σιταγέρταις τοῖς ἐπὶ τῶ <ϝ>έτεος,
  καθὼς καὶ ἐν τᾶι ἄλλαι συνθήκαι γεγράπται· αἰ δέ κα τοὶ πολιανόμοι τοὶ ἀεὶ ἐπὶ τῶν ϝετέων ἔντες μὴ πρά-
  ξωντι πάντα κὰτ τὰν συνθήκαν, αὐτοὶ ℎυπόλογοι ἐσσόνται κὰτ τὰν συνθήκαν. ἐπὶ τούτοις ἐμισθώσαν-
180   το τὰν μὲν πράταν μίσθωσιν ἀπὸ τῶν τῶ ℎηρώιδα με κιβώτιον Βορμίων Φιλώτα πεντήκοντα ℎεπτὰ μεδί-
  μνων, κάδδιχος· πρώγγυος τῶ σώματος με κιβώτιον Ἀρκὰς Φιλώτα. τὰν δὲ δευτέραν μίσθωσιν ℎα
  ἔμβολος Δάμαρχος Φιλωνύμω τετρώκοντα μεδίμνων· πρώγγυος τῶ σώματος {²vac. c.7}² Θεόδωρος Θε-
  οδώρω. τὰν δὲ τρίταν μίσθωσιν ϝε γυῖον Πεισίας Λεοντίσκω τριάκοντα πέντε μεδίμνων· πρώγγυος
  τῶ σώματος κν σφαιρωτῆρες Ἀριστόδαμος {²vacat c.10}² τὰν δὲ τετάρταν μίσθωσιν αλ λωτήριον
185 Φίλιππος Φιλίππω διακατίων ℎεβδεμήκοντα ℎοκτὼ μεδίμνων· πρώγγυος τῶ σώματος πε καρυκεῖον
  Ἀπολλώνιος ℎηρακλήτω.
                                                                               vacat
187   γραμματεὺς ϝε γυῖον Ἀριστόδαμος Συμμάχω· γαμέτρας Χαιρέας Δάμωνος Νεαπολίτας.
II.1   ἔφορος Δάζιμος. ℎα πόλις
  καὶ τοὶ ὀρισταὶ ϝε τρίπους Φιλώ-
  νυμος Ζωπυρίσκω, πε καρυκεῖον
  Ἀπολλώνιος ℎηρακλήτω, αι πέλ-
5   τα Δάζιμος Πύρρω Ἀθάναι Πολιάδι.
                              vacat
6   ἀνέγραψαν τοὶ ὀρισταὶ τοὶ ℎαιρεθέντες ἐπὶ τὼς χώρως τὼς ℎια-
  ρὼς τὼς τᾶς Ἀθάνας τὼς ἐν Κοίλαι Φιλώνυμος Ζωπυρίσκω, Ἀπολ-
  λώνιος ℎηρακλήτω, Δάζιμος Πύρρω, καθὰ ὤριξαν καὶ συνεμε-
  τρήσαν καὶ ἐτερμάξαν καὶ ἐμερίξαν τῶν ℎηρακλείων δια-
10   γνόντων ἐν κατακλήτωι ἀλίαι. συνεμετρήσαμες δὲ ἀρξαμένοι
  ἀπὸ τῶ ἀντόμω τῶ ἀπὸ Καινᾶν ἄγοντος ἐπὶ τὰν ℎοδὸν τὰν τρι-
  ακοντάπεδον τὰν ἐπὶ θάλασσαν ἄγωσαν, καὶ ἐγένοντο ἀπὸ
  τῶ ἀντόμω ποτὶ τὰν βουβῆτιν τὰν διὰ τῶν γυᾶν ἐκ πόλιος ῥέω-
  σαν ℎεπτὰ γύαι, ἀπὸ δὲ τᾶς βουβήτιος ἐπὶ τὰν τριακοντάπεδον
15   τρεῖς καὶ δέκα γύαι· ἀπὸ δὲ τᾶς τριακονταπέδω ἐπὶ τὰν τριακον-
  τάπεδον τὰν διὰ τῶν τριℎημιγύων ἄγωσαν, καὶ ἐγένοντο
  ℎεννέα τριℎημίγυα. διαβάντες δὲ τὰν τριακοντάπεδον ἐμε-
  τρίωμες ποτὶ τὸν ϝικατίδειον καὶ ἀπεμετρήσαμες τὸ δέκα-
  τον τριℎημίγυον· τὰ δὲ τρίγυα οὐκ ἐξεποΐον καθὼς τὸ ἀρχαῖον
20   ℎευρίσκομες γεγενημένα, ἀλλὰ πενθημίγυον μόνον κα-
  τελείπετο ἐκ τῶν δυῶν τριγύων, τὰν δὲ λοιπὰν γᾶν ϝιδίαν
  τινὲς ἐπεποίηντο· ταύταν ἀπεκατεστάσαμες τᾶι Ἀθάναι
  κὰτ τὰ ἀρχαῖα. ἀπὸ δὲ τῶ ϝικατιδείω τὰν ἐς ποταμὸν τὸν Ἄκιριν
  γᾶν ποτιγενομέναν τὰν ἐμ μέσσωι τᾶς τε ℎεκατομπέδω
25   καὶ τᾶς ℎηρακλείας ℎοδῶ, καὶ ταύταν πᾶσαν ϝιδίαν ἐπεποίηντό
  τινες· καὶ τοὶ μὲν ἐριξάντες ἀπέσταν, τοῖς δὲ ἐδικαξάμεθα δίκας
  τριακοσταίας, καὶ ἀποκαταστασάντες τᾶι θεῶι κὰτ τὰ ἀρχαῖα ταύ-
  ταν τὰν γᾶν κατεδασσάμεθα καὶ ὄρως ἐπάξαμες ἐφ’ ἑκάστας τᾶς
  μερίδος καὶ ἐποιήσαμες πὰρ τὸ τριℎημίγυον τὸ δέκατον πρᾶτον τρί-
30   γυον, ποτθέντες πὸτ τὸ πενθημίγυον ἀφ’ ἇς κατεσώιξαμες γᾶς ℎώσ-
  τ’ ἦμεν ἔκπλεον εὖρος τρίγυον, μᾶκος ἀπὸ τᾶς ℎεκατομπέδω ἄχρι πὸτ
  τὰν ℎηρακλέαν ℎοδὸν ἂν τὼς ὄρως, καὶ ἐγένοντο σχοίνοι ℎεκατὸν τρι-
  άκοντα ℎοκτώ, ὀρέγματα ℎοκτώ, ψιλᾶς μὲν ℎεκατὸν τριάκοντα τρῖς, ὀρέγματα ϝίκατι
  ϝέξ, ποῦς, ἀμπέλων δὲ τετόρες σχοίνοι, ὀρέγματα δέκα ℎέν, πόδες
35   τρῖς. ℎαύτα ℎα γᾶ ἐμισθώθη τὰν πράταν πενταℎετηρίδα διακοσίων
  ϝεξήκοντα ℎεννέα μεδίμνων, χοός, δυῶν χοινίκων· ἀπὸ δὲ τούτω τῶ
  {τω} τριγύω ἐμετρήσαμες πὸτ τὸ ϝικατίδειον δεύτερον τρίγυον, εὖ-
  ρος ἂν τὼς ὄρως, μᾶκος ἀπὸ τᾶς ℎεκατομπέδω ποτὶ τὰν ℎηρακλείαν
  ℎοδόν, καὶ ἐγένοντο σχοίνοι ℎεκατὸν τριάκοντα ℎεννέα, ψιλᾶς μὲν ℎε-
40   κατὸν ϝίκατι τρῖς σχοίνοι, ἀμπέλων δὲ δέκα ϝὲξ σχοίνοι. τοῦτο τὸ τρί-
  γυον ἐμισθώθη ϝεξακατίων ℎενενήκοντα πέντε μεδίμνων.
  διαβάντες δὲ τὸν ϝικατίδειον ἐποιήσαμες πράταν μερίδα πὰρ ℎεκ[α]-
  τόνπεδον, ἐν ℎᾶι ℎα ἀμπελωργικά, καὶ ἐτάμομες κοινὰν πόθοδον ἐκ τῶ
  ϝικατιδείω πὸτ τὰν οἰκίαν ϝικατίπεδον καὶ ἀπὸ τᾶς οἰκίας πὰρ τὰς ἀμ-
45   πέλως ἄχρι ἐς ποταμὸν ℎοκτάπεδον. καὶ ἐμετρίωμες ἀπὸ τῶ ϝικατιδείω
  τὸ πὸτ Ἄκιριν ἐπὶ τὰν διαστολὰν τὰν πλαγίαν τὰν ἀπὸ τᾶς ποθόδω τᾶς κοι-
  νᾶς ἀγώσας ἐς τὰν ℎεκατόνπεδον, καὶ ἐγένοντο πεντήκοντα ℎεννέα σχοί-
  νοι ℎημίσχοινον, ψιλᾶς μὲν πεντήκοντα μία, ὀρέγματα ℎεπτά, ἀμπέλων δ[ὲ]
  ℎοκτὼ σχοίνοι, ὀρέγματα ℎοκτώ· ℎαύτα ἐμισθώθη τετρακατίων τεσσαρά[κον]-
50   τα ϝὲξ μεδίμνων, καδδίχων τεσσάρων. δευτέρα μερίς, ἐν ℎᾶι ℎα οἰκία [ἐ]-
  στί, μᾶκος ἀπὸ τῶ ϝικατιδείω ἐπὶ τὰν τράφον τὰν πὰρ ποταμόν, εὖρος ἀπὸ τῶν ὄ-
  ρων καὶ τᾶς ποθόδω τᾶς ℎοκταπέδω τᾶς ἐς ποταμὸν ἀγώσας ἐπὶ τὼς ὄρως,
  καὶ ἐγένοντο ϝεξήκοντα τρεῖς σχοίνοι, ὀρέγματα δέκα δύο· ταύται τᾶι μερίδ[ι]
  ποτεδασσάμεθα ἀμπέλων τὰν πράταν διαστολὰν τὰν πὰρ τὰν ℎεκατόνπε-
55   δον, ℎοκτὼ σχοίνως, ὀρέγματα ϝείκατι ϝέξ, πόδας δύο, καὶ ἐγένετο ℎα πᾶσα μερὶς
  ℎεβδεμήκοντα δύο σχοίνοι, ὀρέγματα ℎοκτώ, πόδες δύο· ℎάυτα ἐμισθώθη ϝεξα-
  κατίων τριάκοντα δυῶν μεδίμνων, χοός. τρίτα μερὶς μᾶκος ἀπὸ τῶ ϝεικατι-
  δείω ἐπὶ τὰν τράφον τὰν πὰρ ποταμόν, εὖρος ἀπὸ τῶν ὄρων τῶν τᾶς δευτέρας
  μερίδος ἐπὶ τὼς ὄρως, καὶ ἐγένοντο ψιλᾶς μὲν ϝεξήκοντα ϝὲξ σχοίνοι ℎημίσχοι-
60   νον· ταύται τᾶι μερίδι ποτεδασσάμεθα ἀμπέλων τὰν δευτέραν διαστολὰν ἀφ’ ἑκα-
  τονπέδω ℎεπτὰ σχοίνως, ὀρέγματα δέκα ℎεπτά, καὶ ἐγένετο ℎα πᾶσα μερὶς ℎεβδε-
  μήκοντα τετόρες σχοίνοι, ὀρέγματα δύο· ℎαύτα ἐμισθώθη ϝεξακατίων τριάκοντα
  μεδίμνων, δυῶν καδδίχων, χοινίκων δυῶν. τετάρτα μερὶς μᾶκος ἀπὸ τῶ ϝι-
  κατιδείω ἐπὶ τὰν τράφον τὰν πὰρ ποταμόν, εὖρος ἀπὸ τῶν ὄρων τῶν τᾶς τρί-
65   τας μερίδος ἐπὶ τὼς ὄρως καὶ ἐπὶ τὸν ἄντομον τὸν διατάμνοντα τὼς χώρως, τὸν
  ἐτάμομες ἐκ τῶ ϝικατιδείω ἐς ποταμὸν κοινὸν πᾶσι χρῆσθαι τοῖς τὼς ℎιαρὼς χώ-
  ρως μεμισθωμένοις, καὶ ἐγένοντο ψιλᾶς μὲν ϝεξήκοντα ℎοκτὼ σχοίνοι, ὀρέγμα-
  τα δέκα τρία· ταύται τᾶι μερίδι ποτεδασσάμεθα ἀμπέλων τὰν τρίταν διαστολὰν
  ἀφ’ ἑκατομπέδω τὰν ποτικλαίγωσαν πὸτ τὰν πόθοδον τὰν ℎοκτάπεδον δέκα πέντε
70   σχοίνως, ὀρέγματα ℎεπτά, <καὶ> ἐγένετο ℎα πᾶσα μερὶς ℎογδοήκοντα τρεῖς σχοίνοι, ὀρέγμα-
  τα ϝείκατι· ℎαύτα ἐμισθώθη ϝεξακατίων τριάκοντα μεδίμνων.  ἀπὸ δὲ τῶ
  ἀντόμω τῶ διατάμνοντος τὼς χώρως τῶ ἐς ποταμὸν ἄγοντος τῶ ϝι-
  κατιπέδω ἐμετρίωμες μᾶκος μὲν ἐπὶ τὰν ℎηρακλείαν, εὖρος δὲ ἀπὸ
  τῶ ϝικατιδείω ἐπὶ τὼς ὄρως vacat τὼς πράτως, καὶ κατελίπομες
75   πόθοδον ἐκ τῶ ϝεικατιδείω ποτὶ τὰν οἰκίαν ϝεικατίπεδον, καὶ ἐγένετο
  ℎα μερὶς ℎαύτα ψιλᾶς ϝεξήκοντα δύο σχοίνοι· ταύται τᾶι μερίδι ποτεδασ-
  σάμεθα ἀμπέλων τὰν πράταν στάσιν τὰν πὸτ τὸν ϝικατίδειον ϝὲξ σχοί-
  νως ℎημίσχοινον, καὶ ἐγένετο ℎα πᾶσα μερὶς ϝεξήκοντα ℎοκτὼ σχοίνοι ℎημί-
  σχοινον· ℎαύτα ἐμισθώθη ℎοκτακατίων πεντήκοντα ϝὲξ μεδίμνων, καδδί-
80   χων τετόρων.  δευτέρα μερὶς ἀπὸ τῶ ϝικατιδείω, ἐν ℎᾶι ℎα οἰκία ἐστί,
  ἀπὸ τῶ ἀντόμω τῶ ἐς ποταμὸν ἄγοντος μᾶκος ἐπὶ τὰν ℎηρακλείαν, εὖ-
  ρος ἀπὸ τῶν ὄρων ἐπὶ τὼς ὄρως, καὶ ἐγένετο ψιλᾶς πεντήκοντα ℎεννέα
  σχοίνοι ℎημίσχοινον· ταύται τᾶι μερίδι ποτεδασσάμεθα ἀμπέλων
  τὰν δευτέραν στάσιν ἀπὸ ϝικατιδείω ϝὲξ σχοίνως ℎημίσχοινον, καὶ ἐ-
85   γένετο ℎα πᾶσα μερὶς ϝεξήκοντα ϝὲξ σχοίνοι· ℎαύτα ἐμισθώθη τετρα-
  κατίων πεντήκοντα ℎοκτὼ μεδίμνων, καδδίχων δέκα τετόρων, δυ-
  ῶν χοινίκων.  τρίτα μερὶς ἀπὸ τῶ ϝικατιδείω πὸτ τὰς ἀμπέλως ἀπὸ τῶ
  ἀντόμω τῶ ἐς ποταμὸν ἄγοντος μᾶκος ἐπὶ τὰν ℎηρακλείαν, εὖρος ἀ-
  πὸ τῶν ὄρων ἐπὶ τὼς ὄρως, καὶ ἐγένετο ψιλᾶς ϝεξήκοντα τρῖς σχοίνοι ℎη-
90   μίσχοινον· ταύται τᾶι μερίδι ποτεδασσάμεθα ἀμπέλων τὰν τρίταν
  στάσιν ἀπὸ ϝικατιδείω ϝὲξ σχοίνως ℎημίσχοινον, καὶ ἐγένετο ℎα πᾶσα με-
  ρὶς ℎεβδεμήκοντα σχοίνοι· ℎαύτα ἐμισθώθη τριακατίων ϝὲξ μεδίμνων καδ-
  δίχων τετόρων. τετάρτα μερὶς ἀπὸ ϝικατιδείω μᾶκος μὲν ἀπὸ τῶ ἀντόμω
  τῶ ἐς ποταμὸν ἄγοντος ποτὶ τὰν πόθοδον τὰν πὰρ τὰς ἀμπέλως ἄγωσαν,
95   εὖρος ἀπὸ τῶν ὄρων ἐπὶ τὼς ὄρως, καὶ ἐγένετο ψιλᾶς τετρώκοντα ℎοκτὼ
  σχοίνοι· ταύται τᾶι μερίδι ποτεδασσάμεθα ἀμπέλων τὰν τετάρταν στά-
  σιν ἀπὸ ϝικατιδείω ϝὲξ σχοίνως ℎημίσχοινον, καὶ ἐγένετο ℎα πᾶσα μερὶς πεν-
  τήκοντα τετόρες σχοίνοι ℎημίσχοινον· ℎαύτα ἐμισθώθη διακατίων τριάκον-
  τα πέντε μεδίμνων, καδδίχων δέκα πέντε. vac. πέμπτα μερὶς ἀπὸ ϝικατι-
100   δείω μᾶκος ἀπὸ τῶ ἀντόμω τῶ ἐς ποταμὸν ἄγοντος ποτὶ τὰν πόθοδον τὰν
  πὰρ τὰς ἀμπέλως ἄγωσαν, εὖρος ἀπὸ τῶν ὄρων ἐπὶ τὰν νᾶσον, καὶ ἐγέ-
  νετο ψιλᾶς ϝεξήκοντα τετόρες σχοίνοι· ταύται τᾶι μερίδι ποτεδασ-
  σάμεθα ἀμπέλων τὰν πέμπταν στάσιν ἀπὸ ϝικατιδείω ℎεπτὰ σχοί-
  νως, ὀρέγματα δέκα ℎεπτά, πόδας δύο, καὶ ἐγένετο ℎα πᾶσα μερὶς ℎεβδε-
105   μήκοντα μία σχοίνοι, ὀρέγματα <δέκα> ℎεπτά, πόδες δύο· ℎαύτα ἐμισθώθη πεντα-
  κατίων ℎογδοήκοντα μεδίμνων, καδδίχων δέκα πέντε.  ϝέκτα μερὶς
  τὸ ἔγγωνον τὸ πὰρ τὰς ἀμπέλως τὸ ποτικλαῖγον πὸτ τὰν ℎηρακλείαν κα[ὶ]
  πὸτ τὸν ποταμόν, καὶ ἐγένετο ψιλᾶς τριάκοντα σχοίνοι· ταύται <τᾶι> μερίδι πο-
  τεδασσάμεθα ἀμπέλων ℎοκτὼ σχοίνως ℎημίσχοινον τὰς ἐχομένας τῶ
110   χωρί[ω, καὶ ἐγέν]ετο ℎ̣[α] πᾶσα μερὶς τριάκοντα ℎοκτὼ σχοίνοι ℎημίσχοινο[ν].
[ℎαύτα ἐμισθώθη — — — — — — — — — — — — — ℎε]ν̣ὸς με[δίμνων —]․Σ̣․․[—]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us