[ ] Italia (Magna Graecia) — Rhegion (Reggio Calabria) — 1st c. BC?
1 ἐπὶ πρυτάνιος ∙ Νικάνδρου τοῦ Νικοδάμου, βουλᾶς προστατέοντος Σωσιπόλιος τοῦ Δαματρίου Χιω(—)? Ἱππίου δυοδεκάται ἔδοξε τᾶι ἁλίᾳ
καθάπερ τᾶι ἐσκλήτωι καὶ τᾶι βουλᾶι· ἐπεὶ ὁ στραταγὸς τῶν Ῥωμαίων Γναῖος Αὐφίδιος Τίτου υἱὸς εὔνους ὑπάρχει τᾶι ἁμᾷ πόλει, ἄξιος φαινόμενος
τᾶς αὑτοῦ καλοκἀγαθίας, δεδόχθαι Γναῖον Αὐφίδιον Τίτου υἱὸν στραταγὸν Ῥωμαίων στεφανῶσαι ἐν τῷ ἀγῶνι τοῖς πρώτοις Ἀθανίοις ἐλαίας <σ>τεφά-
νῳ καὶ πρόξενον καὶ εὐεργέταν ποιῆσαι τοῦ δάμ<ο>υ τῶν Ῥηγίνων καὶ ἐγγόνους αὐτοῦ εὐνοίας ἕνεκεν ἇς ἔχων διατελεῖ εἰς τὸν δᾶμον τῶν Ῥηγί-
5 νων· τὰν δὲ βουλὰν τὸ ἁλίασμα κολαψαμέναν εἰς χαλκώματα δισσὰ τὸ μὲν ἀναθέμειν εἰς τὸ βουλευτήριον, τὸ δὲ ἀποστεῖλαι Γναίῳ Αὐφιδίῳ.
Search Help
Contact Us